Ancient Greek · ~2 min
Sect 27
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 27
Not analysed yet
Ἐπειδὴ οὖν ἠβουλήθη ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἀνάστασιν τῷ ἐκπεπτωκότι ἀνθρώπῳ πορίσασθαι καὶ ἀνανεώσασθαι τοῦτον καὶ τῷ πάθει τῷ ἰδίῳ ἐπὶ τὸν πρῶτον ἀνακτίσαι τρόπον, βλέπε τί πράττει. Ἐπειδὴ αὐτὸς ἦν τοῦ πρώτου δημιουργός, ἔμελλεν αὐτοῦ καὶ πεσόντος εἶναι θεραπευτὴς ἐπὶ διορθώσει ὅλης τῆς φύσεως. Προσάγει μὲν τῷ πάθει ἑαυτόν, ὅλον δὲ χρόνον παραλαμβάνει πρὸς ἀνανέωσιν, ὅνπερ καὶ πρὸς τὴν κτίσιν παρείληφεν, ἵνα καὶ τὸ τέλος τῇ ἀρχῇ σύμφωνον φάνηται καὶ ὁ τρόπος τοῦ δημιουργοῦ ὁ αὐτός.