Ancient Greek · ~3 min
Sect 26
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 26
Not analysed yet
Τούτων δὴ οὕτως ἐχόντων καὶ ἀπολλυμένης τῆς φύσεως, βουληθεὶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὺν πατρικῇ γνώμῃ ἐπαναγαγεῖν τὸν ἄνθρωπον καὶ τῆς ἐπηρτημένης δίκης ἐξαρπάζειν αὐτόν, καὶ καιρὸν τῆς βοηθείας καὶ τρόπον ἐπινοεῖ, καιρὸν μὲν ἵν' εὐκαίρως ἐπιστῇ πρὸς τὴν ἴασιν, τρόπον δὲ ἵνα κατάλληλος αὐτὸς πρὸς τὴν ἐκκαθάρσεως ἀποκατάστασιν γένηται, καὶ δὴ γενόμενος ἄνθρωπος μετὰ τοῦ μεῖναι θεὸς τὸ παγκόσμιον πάθος ὑπέμεινεν. Εἶπον πολλάκις περὶ τούτου τοῦ θύματος, πολλὰ ἔλεγον πρῴην, ἐξ αὐτῶν τῶν Ἰουδαίων πρὸς Ἰουδαίους καὶ ἐξ αὐτῶν τῶν Ἑλλήνων πρὸς Ἑλλήνας τὰς ἀποδείξεις ποιούμενος, καὶ ἀποτρόπαιον τοῦτο τὸ σφάγιον καὶ καθαιρετικὸν καὶ δαιμόνων καὶ κινδύνων καὶ ἐχθρῶν καὶ πάσης αἰσχρότητος τοῖς πράγμασιν ἐμφαίνων, ἵνα μὴ πάλιν τὸν πρὸς ἐκείνους ἄρτι ἀναλαβὼν λόγον ἐμποδίσω ἐμαυτὸν πρὸς τὸν προκείμενον τοῦ λόγου εἱρμόν.