Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 3
Not analysed yet
Πολλάκις γὰρ ἐθεασάμεθα λεγόντων τινῶν· Πῶς τὰ γενέθλια μὲν τοῦ σωτῆρος ἐν ὡρισμένῃ ἡμέρᾳ τελεῖται (γίνεται γάρ, ὡς πάντες ἴσμεν, πρὸ ὀκτὼ καλανδῶν ἰανουαρίων κατὰ Ῥωμαίους), θεοφάνια δὲ ὡσαύτως (καὶ αὐτὰ γὰρ ἐπιτελεῖται ἡμέρᾳ ὡρισμένῃ τρισκαιδεκάτῃ τετάρτου μηνὸς κατὰ Ἀσιανούς), καὶ μαρτύρων δὲ ὡσαύτως μνήμην ἐπιτελοῦντες πρὸς ἡμέραν ὡρισμένην ἁρμόζομεν τὴν ἀνάμνησιν, ἐπὶ δὲ τοῦ πάσχα οὐχ οὕτως ἐστὶν ὁ λόγος; Ὅτι οὐ μιᾶς οὐδὲ ἁπλῶς συμβαινούσης ἡμέρας ἐστὶ τὸ μυστήριον, ἀλλὰ πολλῶν προθεσμιῶν, <ὧν> μετὰ διανοίας συναγωγὴν εἰς τὸν τόπον παραλαμβάνομεν διὰ τὴν τῆς θεωρίας ἀνάπτυξιν.