Ancient Greek · ~2 min
Sect 41
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 41
Not analysed yet
Διὰ ταύτην τὴν αἰτίαν τὴν τῶν αἱρετικῶν ἄγνοιαν καὶ τὴν τῶν Ἰουδαίων ἐπὶ τῷ τοῦ πάσχα μυστηρίῳ ἀπεδυσάμεθα, παραλαμβάνοντες ἀεὶ πρὸς τοῦτο ἰσημερίαν καὶ ζητοῦντες τὴν μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτην καὶ οὕτω παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν τὴν τοῦ κυρίου ἐπώνυμον, καθὰ πολλάκις ἐρρήθη, διὰ τὸ αὐτὸν τὸν κύριον ταύτας τὰς προθεσμίας τετηρηκέναι ἐπὶ τὸ δεῖξαι τὸ τοῦ προβάτου αἴνιγμα, ὃ δὴ ὁ νόμος πάσχα ἐκάλει, ἐπ' αὐτοῦ τελεσθὲν εὐκαίρως ἀντεισαχθέντος.