Ancient Greek · ~3 min
Sect 42
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 42
Not analysed yet
Ὅρα δή, ἄδελφε, τὴν ἀνάγκην τοῦ πράγματος εἰς δεῖξιν τῆς ἀληθείας. Ἐκέλευσε Μωϋσῆς πρώτῳ μηνὶ τεσσαρεσκαιδεκάτῃ σελήνης τὸ πρόβατον σφαγιάζεσθαι, ὃ δὴ τύπον τοῦ σωτῆρος οἱ προφῆται ἐβόων, ὅθεν δὴ καὶ παρέλαβον αὐτῷ τῷ σωτῆρι καὶ ἔλεγον· »Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν», διὸ θεασάμενος τοῦτον ὁ πρόδρομος Ἰωάννης ἐβόα· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Ἐπεὶ οὖν ἀκόλουθον ἦν παρελθόντος τοῦ ἐναργοῦς παυθῆναι τὸν τύπον, οὐκ ἄλλην προθεσμίαν ἐν ἄλλῃ ᾔτησεν ὁ Χριστὸς ἢ τὴν τοῦ προβάτου σφαγήν, ὡς ἂν τὴν ἀντεισαγωγὴν ἐπιδείξειεν.