Ancient Greek · ~3 min
Sect 43
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 43
Not analysed yet
Διὰ τοῦτο συνάπτει μὲν πάντας τοὺς χρόνους, ὡς εἶπον, καὶ συντρέχει τῇ παρασκευῇ ἡ τεσσαρεσκαιδεκάτη· καί, νόμου κελεύοντος »πρὸς ἑσπέραν» καὶ »ἀνὰ μέσον τῶν ἑσπερινῶν» τὸ πρόβατον σφάζεσθαι, καὶ ἡμέραν καὶ ὥραν τῆς σφαγῆς ἐπιτηρεῖ ὁ σωτήρ, ἡμέραν μὲν τὴν παρασκευήν, ἐν ᾗ ἐκτίσθη ὁ ἄνθρωπος, ὥραν δὲ τὴν ἐννάτην, καὶ περὶ αὐτὴν τὴν ἐννάτην ἐπὶ σταυροῦ ἀποπνεῖ. »Πρὸς ἑσπέραν» μὲν γὰρ ἀπὸ τῆς ἑβδόμης ὥρας εἶναι φασὶ μετὰ τὴν ἕκτην, τὸ δὲ »ἀνὰ μέσον τῶν ἑσπερινῶν», εἰ ἀπὸ ἑβδόμης ἄρξαιο, τὸ κέντρον τῆς ἐννάτης τετελεσμένον ἐστίν, ἐν ᾗ καὶ οἱ σοφοὶ τῶν Ἑβραίων ἱστοροῦσι τὸ πρόβατον θύεσθαι. Ἐν ταύτῃ οὖν τῇ ὥρᾳ τῆς σφαγῆς τοῦ προβάτου κατὰ τὴν παρασκευὴν ὁ σωτὴρ ἀποδοὺς τὸ πνεῦμα καὶ τὴν ἀντεισαγωγὴν τοῦ αἰνίγματος ἐπεδείξατο καὶ τὴν ἀνακεφαλαίωσιν διὰ τῆς τῶν χρόνων ἁρμονίας σαφῶς ἐποιήσατο.