Ancient Greek · ~4 min
Sect 45
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 45
Not analysed yet
Τηρεῖται δέ σοι καὶ τῆς πλησιφαοῦς σελήνης ἡ κατὰ τὸ πάθος αἰτία, ὅτι, ἐπείπερ ἤμελλεν ὁ ἥλιος τοῦ τοιούτου γινομένου κατὰ τοῦ σωτῆρος ἄγους σκοτίζεσθαι ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης καὶ τὰς ἑαυτοῦ ἀκτῖνας καθάπερ ὀφθαλμοὺς ἀναστρέφειν, ἵνα μὴ ἴδῃ τὸ ἄγος, ἡ πλησιφαῆς <πρὸς> τὸ πάθος ὡρίσθη, ὡς ἂν μὴ ἔκλειψις ἡλίου καθ' ὑποδρομὴν σελήνης τοῖς Ἕλλησι νομισθῇ, ἀλλ' ἐπὶ τοσοῦτον διεστηκυίας αὐτῆς τοῦ ἡλίου ἀνάγκη <ἐπὶ> τοῦ παθόντος ὁμολογηθῆναι συμβῆναι τὸ σκότος τὸ »ἀπὸ τῆς ἕκτης ὥρας» κατὰ τὴν τῶν εὐαγγελίων ἱστορίαν ἐπὶ τῷ τοῦ σωτῆρος πάθει γινόμενον. Καὶ προφητικῶς ἄνωθεν προλαβὼν ἐβόα· φησὶ γοῦν Ἀμώς· »Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς»· καὶ ἐπειδὴ ἤμελλεν ἡ ἡμέρα αὕτη μερίζεσθαι φωτὶ καὶ σκότει, Ζαχαρίας αὖθις ἄλλος προφήτης φησίν· »Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς», καὶ ὅλην αὐτὴν ἀμφίβολον ποιεῖ τῇ παρὰ μέρος διαδοχῇ τοῦ σκότους καὶ τοῦ φωτός.