Ancient Greek · ~4 min
Sect 46
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 46
Not analysed yet
Καὶ ἐπειδὴ ὁ προφήτης ἐβόα ὅτι σκοτισθήσεται ὁ ἥλιος μεσημβρίας καὶ ἐνίοτέ τινες ἤμελλον ἀπιστεῖν εἰ ἀληθῶς γέγονε τοῦτο ἐπὶ τοῦ σωτῆρος ἢ οὐ, ἔστιν ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς ἄρτι ὁρώμενον μέγα τεκμήριον, ἵνα ἐκ τοῦ τεκμηρίου τὴν ἀποκατάστασιν βλέπων ζητήματος ἀπαλλάττοιο. Τί οὖν παρακολουθεῖ σήμερον; Ἵνα δειχθῇ ἡ δεσποτικὴ φωνὴ πρὸς Ἰουδαίους ἀπειλῶν, φησὶν ὁ Ἀμὼς τὸ πάθος τοῦ σωτῆρος τοῦ ἀγαπητοῦ τοῦ θεοῦ προβαλλόμενος καὶ τὴν αὐτῶν παρανομίαν ἀντιτιθείς· »Δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβάσω ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτοὺς ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτῶν ὡς ἡμέραν ὀδύνης». Τοῦ γὰρ δῦναι τὸν ἥλιον μεσημβρίας σημεῖα τέθεικε μεταστροφὴν τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, καὶ ταῦτα πάντα διὰ τὸν ἑαυτοῦ ἀγαπητὸν ἔφη ὁ θεὸς ποιήσειν· τοιοῦτον γὰρ πένθος, φησίν, ἔσται καὶ τοιαύτη ἀνάγκη δίκης, οἷα ἀναλογήσει πρὸς τὴν τοῦ ὑβρισθέντος ἀγαπητοῦ ἀξίαν.