Ancient Greek · ~4 min
Sect 47
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 47
Not analysed yet
Ὅρα τοίνυν· εἰ μή, ἐξ οὗ πέπονθεν ὁ σωτήρ, παρακολουθεῖ τὰ πάθη, εἰ μὴ μετεστράφησαν εἰς πένθος αἱ ἑορταὶ αὐτῶν, εἰ μὴ αἱ ᾠδαὶ αὐτῶν εἰς θρῆνον, οὐκ ἔδυ ὁ ἥλιος μεσημβρίας· εἰ δὲ συνορᾷς τὸ μέγα θαῦμα, ὅτι ἐν ἑορτῇ μὲν τοῦ πάσχα ἐσταυρώθη ὁ Χριστός, ἡ δὲ δίκη τούτου χάριν μετέβαλεν εἰς πένθος τὰς ἑορτάς, Ῥωμαίων μὲν ἐπελθόντων, τῶν δὲ Ἰουδαίων συμφυγόντων ἁπάντων ὥσπερ εἰς κοινὴν παγίδα τὴν Ἱερουσαλὴμ καὶ ἐν αὐταῖς ταῖς ἑορταῖς, ὡς ἡ ἱστορία φησίν, ξίφει καὶ πυρὶ καὶ λιμῷ καὶ οἰμωγαῖς ἀνηνύτοις δαπανηθέντων, ὡς ὑπὸ τοσούτων κακῶν ἐστοιχισμένων αὐτῶν ῥητῶς ἀποβῆναι τὴν μεταβολὴν καὶ τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, δῆλον ὅτι, τούτων ἐκβεβηκότων ἐπ' ὄψεσιν, ἔδυ ὁ ἥλιος μεσημβρίας· τοῦτο γὰρ σημαίνει τὰ εἰρημένα. Διετῆ γοῦν χρόνον ὁ πόλεμος καὶ τοὺς Ἰουδαίους ἐπὶ πένθει ἀνάλωσε καὶ ἄχρι τῆς σήμερον τῆς Ἰουδαίας τὸ πένθος παρέτεινεν. Ποῦ γὰρ ὁ ναός; ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ βασιλεία; ποῦ τὸ ὁρμητήριον; ποῦ ἡ τοῦ νόμου πόλις; Πάντα οἴχεται, πάντα ἀπέσβη, πάντα ἐκ βάθρων ἦρται <καὶ> δύναντος τοῦ ἡλίου εἰς πένθος μετέβαλεν.