Ancient Greek · ~3 min
Sect 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 9
Not analysed yet
Ἔστι τις ἄλλη αἵρεσις ἡ τῶν Μωντανιστῶν, ἥτις δῆθεν μὲν ἀποδύεται τὸ μετὰ Ἰουδαίων ποιεῖν, ἀφέστηκε δὲ σὺν τούτῳ καὶ τῆς ἐκκλησίας εἰς ἴδιον κίνδυνον· τεσσαρεσκαιδεκάτην γὰρ μηνὸς τοῦ πρώτου φυλάττει, τουτέστι μηνὸς ἑβδόμου κατὰ Ἀσιανούς, οὐ τεσσαρεσκαιδεκάτην δὲ σελήνης, οὐκ οἶδα πόθεν λαβοῦσα τοῦτον τὸν θεσμόν. Ὁ μὲν γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἐν τῷ πάσχα τῶν Ἰουδαίων τεσσαρεσκαιδεκάτην ἐχούσης τῆς σελήνης ἐν μηνὶ τῷ πρώτῳ, ἐν ταύτῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἐν τῷ πάσχα τῶν Ἰουδαίων [ὁ Χριστὸς] ἔπαθεν· πόθεν οὖν αὕτη ἡ δυσώνυμος αἵρεσις τὴν τεσσαρεσκαιδεκάτην ἀπὸ τοῦ ἡλιακοῦ μηνὸς οὐκ ἀπὸ τοῦ σεληνιακοῦ εἴληφεν ἢ δηλονότι παρὰ τοῦ ἀπατήσαντος δαίμονος;