Ancient Greek · ~1 min
Sect 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 10
Not analysed yet
Πλὴν καὶ αὐτή, εἰ καὶ ἐκπέπτωκε τοῦ ἐκκλησιαστικοῦ ἀριθμοῦ, ἀλλ' ὅμως ἔνθεν ἐπὶ τὴν τριήμερον ἤκει. Καὶ ἐρρίφθω μὲν αὕτη· ἐπειδὴ δὲ ἐδίδαξα ὅτι πᾶσα αἵρεσις σπεύδει δῆθεν τὰς προθεσμίας συναγαγεῖν πλέον ἢ ἔλαττον, θέλω λοιπὸν ἐλέγξαι τοὺς Ἰουδαίους πρότερον, εἶθ' οὕτω τὰς αἰτίας τῆς τῶν Χριστιανῶν συναγωγῆς ἐξειπεῖν.