Ancient Greek · ~3 min
ΚΕΦΑΛ. ΙΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. ΙΒʹ
Not analysed yet
Ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου, γνώσονται ἅγιον, καὶ συντελεσθήσεται ταῦτα πάντα. Καὶ ἐγὼ ἤκουσα, καὶ οὐ συνῆκα, καὶ εἶπον· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο, Δανιὴλ, ὅτι καὶ ἐμπεφραγμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος. Ἕως ἐκλεγῶσιν, καὶ ἐκλευκανθῶσιν, καὶ πυρωθῶσι πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσωσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα. Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριακονταπέντε. Καὶ σὺ δεῦρο, καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας· καὶ ἀναπαύσεις τὸν καιρόν σου εἰς συντέλειαν ἡμερῶν. Καὶ σὺ, φησὶ, κάθισον· μετὰ γὰρ χρόνον πολὺν ταῦτά ἐστιν. Ἄρα οὐ περὶ τῆς ἀνόδου θρηνεῖ, ἀλλὰ μετὰ τὸ ἀνελθεῖν περὶ τῶν ἀνελθόντων.