Ancient Greek · ~7 min
ΚΕΦΑΛ. ΙΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. ΙΓʹ
Not analysed yet
Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. Καὶ ἦν Δανιὴλ συμβιώτης τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. Τὰ κατὰ τὸν Βὴλ ἡμῖν ἀνέγραψεν ὁ Δανιήλ. Οὐχ ὁρᾷς, φησὶ, πόσα ἐσθίει καὶ πίνει; Βαβαὶ, ἡλίκον τεκμήριον θεοῦ, καὶ γνώρισμα, τὸ πολλὰ ἐσθίειν καὶ πίνειν. Ὁ Δανιὴλ οὐκ εἶπε τοῦτο· Τοῦτο οὖν Θεὸς, εἰπέ μοι; ἀσθενὴς γὰρ ἦν ἐκεῖνος· ἀλλ' ἐκ περιουσίας ἐνίκησεν. Ἐγώ σοι τὸν Θεὸν [τὸν] κτίσαντα τὸν οὐρανὸν λέγω καὶ τὴν γῆν· σὺ δέ μοι γαστέρα μαινομένην παράγεις εἰς μέσον; Τοῦτο μάλιστα οὐκ ἂν εἴη Θεοῦ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κοπιάσει. Ἀλλ' οὐ βούλεται ἀπὸ λογισμῶν, ἀλλὰ ἀπὸ πραγμάτων νικᾷν. Καὶ τιμωρίαν ὥρισεν αὐτὸς ὁ βασιλεύς. Τίνος ἕνεκεν οὐχὶ παρόντων ἐσθίει, ἀλλ' ἐν νυκτί; Πῶς ἐκεῖνοι τοῦτο οὐ συνεῖδον, ὅτι ἤμελλον διὰ τῆς βοηθείας ἐλέγχεσθαι; Ὅταν Θεὸς οἰκονομῇ, μηδὲν θαυμάσῃς. Καὶ ἀπέκτεινεν αὐτοὺς, φησί. Τί οὖν πάλιν ἐπὶ τοῦ δράκοντος; θηρίον τις προσκυνεῖ; Καὶ τοῦτον ἀνεῖλεν. Ὁρᾷς πῶς ἀνόητοι, πῶς ἄνανδροι οἱ βασιλεῖς τῶν Περσῶν; Ἐκδίδωσι τὸν Δανιήλ. Τίνος ἕνεκεν, μετὰ τὴν νίκην τὴν οὕτω λαμπράν; Ὁ δὲ Ἀμβακοὺμ, φησὶ, ἄριστον ἤνεγκε τῷ Δανιήλ. Ὅρα τὸ θαῦμα. Μὴ γὰρ οὐκ ἦν δυνατὸν αὐτῷ ἄλλοθεν ἐνεχθῆναι, ἀλλ' ἀπὸ τῆς Ἰουδαίας; Τοῦτο φίλον ἦν τῷ προφήτῃ, ἵνα μὴ τὰ αὐτὰ ποιήσῃ πάλιν, καθάπερ ἐπὶ τοῦ εὐνούχου, ἵνα μὴ νομίσας ἠλισγῆσθαι τὴν τράπεζαν, τὸν λιμὸν ἐπιτείνῃ. Πόθεν ἔγνω τὸν Ἀμβακούμ; Ἀπὸ τῆς συγγενείας τῆς κατὰ τὴν φωνήν. Ἔμελλεν αὐτὸς κήρυξ γίνεσθαι τοῖς κατὰ τὴν Ἰουδαίαν θαύματος μεγίστου. Πῶς οὐκ ἐφοβήθη τὰ θηρία ὁ ἄνθρωπος; Οὗτος μὲν ἤσθιεν, ἐκεῖνα δὲ ἐνήστευον. Ἔστω, τοῦ σώματος ἀπείχετο τοῦ δικαίου· τίνος ἕνεκεν καὶ τῆς τροφῆς; Ὥσπερ κημός τις καὶ χαλινὸς κατεῖχεν ἐκεῖνα.