Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Laus Diodori episcopi 1
Not analysed yet
Ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος, πρώην τὴν ἀῤῥωστίαν τοῦ σώματος ἀποθέμενος, καὶ ἐπὶ τὸν θρόνον τοῦτον ἀναβὰς, ἐμοὶ τοῦ λόγου τῶν προοιμίων ἀπήρξατο, τὸν Βαπτιστὴν Ἰωάννην, καὶ φωνὴν τῆς Ἐκκλησίας, καὶ ῥάβδον Μωσέως, καὶ ἕτερα πλείονα μετὰ τούτων προσειπών. Καὶ οὗτος μὲν ἐπῄνεσε τότε, ὑμεῖς δὲ ἀνεκράγετε· ἐγὼ δὲ πόῤῥω καθήμενος πικρὸν ἀνεστέναξα. Αὐτὸς γὰρ ἐπῄνει, τὴν φιλοτεκνίαν ἐπιδεικνύμενος, ὑμεῖς ἀνεκράγετε, τὴν φιλαδελφίαν ἐμφαίνοντες, ἐγὼ δὲ ἐστέναξον (sic) τῷ τῶν ἐπαίνων ὄγκῳ πιεζόμενος. Ἐγκωμίων γὰρ μέγεθος ἁμαρτημάτων οὐκ ἔλαττον δάκνειν εἴωθε τὸ συνειδός· καὶ ὅταν τις ἑαυτῷ μηδὲν συνειδὼς ἀγαθὸν, πολλὰ καὶ μεγάλα ἀγαθὰ λεγόντων ἑτέρων ἀκούῃ περὶ αὑτοῦ, ἀναλογιζόμενος τὴν παροῦσαν ὑπόληψιν καὶ τὴν μέλλουσαν ἡμέραν, καθ' ἣν πάντα γυμνὰ καὶ τετραχηλισμένα· καὶ ὅτι ὁ τότε δικάζων, οὐκ ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας, ἀλλ' αὐτῆς τῶν πραγμάτων κρινεῖ τῆς ἀληθείας (Οὐ γὰρ κατὰ τὴν δόξαν κρινεῖ, φησὶν, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει)· ταῦτα πάντα ἐννοῶν, ὀδυνῶμαι τοῖς ἐπαίνοις καὶ τῇ χρηστῇ τῶν πολλῶν ὑπονοίᾳ, πολὺ τὸ μέσον ταύτης πρὸς τὴν μέλλουσαν ψῆφον ὁρῶν. Νῦν μὲν γὰρ προσωπείοις τισὶ ταῖς παρὰ τῶν πολλῶν δόξαις κρυπτόμεθα· ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι' αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελτίους.