Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Laus Diodori episcopi 2
Not analysed yet
Ταῦτ' οὖν ἅπαντα ἐννοῶν, πικρὸν ἐστέναξον (sic). Διὸ καὶ ἀνέστην ταχέως σήμερον, ὥστε ἐφ' ὑμῶν τῶν ἐκεῖνα ἀκηκοότων τὴν τοιαύτην ἀποκρούσασθαι δόξαν. Καὶ γὰρ στέφανος ὅταν μείζων ᾖ τῆς τοῦ στεφανουμένου κεφαλῆς, οὐ περισφίγγει τοὺς κροτάφους, οὐκ ἐνιζάνει τῇ κεφαλῇ· ἀλλὰ χαυνότερος τῷ μεγέθει γινόμενος, διὰ τῶν ὀφθαλμῶν καταβαίνων περιαυχένιος γίνεται, καὶ τὴν κεφαλὴν ἀφίησιν ἀστεφάνωτον. Ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν, τοῦ στεφάνου τῶν ἐγκωμίων μείζονος τῆς ἡμετέρας φανέντος ἀξίας κεφαλῆς. Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, διὰ τὴν παροῦσαν (f. περιοῦσαν) αὐτῷ φιλοστοργίαν, ὁ πατὴρ οὐκ ἀπέστη πρὶν αὐτὸν ὁπωσδήποτε ἐπιθεῖναι ἡμῖν. Οὕτω που καὶ βασιλεῖς ποιοῦσι πολλάκις, καὶ τὸ αὐτοῖς ἁρμόζον διάδημα λαβόντες, ταῖς τῶν παιδίων ἐπιτιθέασι κεφαλαῖς· εἶτα ἐπειδὰν ἴδωσιν ἐλάττω τὴν παιδικὴν οὖσαν κορυφὴν τοῦ στεφάνου, αὐτῷ τούτῳ τῷ περιθεῖναι ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαβόντες λοιπὸν ἑαυτοῖς περιτίθενται.