Ancient Greek · ~7 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Laus Diodori episcopi 3
Not analysed yet
Ἐπεὶ οὖν καὶ ὁ πατὴρ τὸν αὐτῷ πρέποντα στέφανον ἡμῖν ἐπέθηκε, καὶ μείζων ὤφθη τῆς ἡμετέρας κορυφῆς, ἑαυτῷ οὐκ ἂν ἕλοιτο περιθεῖναι· φέρε δὴ αὐτὸν ἡμῶν ἀφελόμενοι, τῇ ἁρμοζούσῃ τοῦ πατρὸς ἡμεῖς ἐπιθῶμεν κεφαλῇ πάλιν. Τοῦ γὰρ Ἰωάννου τὸ ὄνομα παρ' ἡμῖν, τὸ δὲ φρόνημα παρὰ τούτῳ· καὶ τὴν μὲν προσηγορίαν ἡμεῖς ἐδεξάμεθα, τὴν δὲ φιλοσοφίαν οὗτος ἐκτήσατο. Διὰ τοῦτο καὶ τῆς προσηγορίας δίκαιος ἂν εἴη κληρονομῆσαι μᾶλλον ἡμῶν· συνώνυμον γὰρ οὐχ ἡ τῶν ὀνομάτων κοινωνία, ἀλλ' ἡ τῶν πραγμάτων συγγένεια ποιεῖν εἴωθε, κἂν τὰ ὀνόματα διαφέρῃ. Οὐ γὰρ ὥσπερ οἱ τῆς ἔξωθεν φιλοσοφίας μετέχοντες, οὕτω καὶ ἡ Γραφὴ περὶ τούτων φιλοσοφεῖν εἴωθεν. Ἐκεῖνοι μὲν γὰρ ἂν μὴ μετὰ τῆς οὐσίας καὶ ἡ τῶν ὀνομάτων συμβαίνῃ κοινωνία οὔ φασι γίνεσθαι συνωνύμους. Ἡ Γραφὴ δὲ οὐχ οὕτως· ἀλλ' ὅταν ἴδῃ πολλὴν τῆς φιλοσοφίας τὴν συγγένειαν, κἂν ἕτερα ὀνόματα ᾖ κείμενα τοῖς κατὰ τὸν τρόπον κοινωνοῦσιν ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς αὐτοὺς προσηγορίας καλεῖ. Καὶ τούτου οὐ πόῤῥωθέν ἐστι παρασχεῖν τὴν ἀπόδειξιν, ἀλλ' αὐτὸν τοῦτον τὸν Ἰωάννην τὸν Ζαχαρίου παραγαγόντες εἰς μέσον. Τῶν γὰρ μαθητῶν ἐρωτησάντων, εἰ μέλλοι παραγίνεσθαι πάλιν Ἠλίας, ἀπεκρίνατο· Καὶ ὅτι εἰ θέλετε δέξασθαι; Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Καὶ μὴν Ἰωάννης ἐλέγετο· ἀλλ' ἐπειδὴ Ἠλίου τὸν τρόπον εἶχε, διὰ τοῦτο καὶ τῆς προσηγορίας αὐτῷ μετέδωκε ταύτης· ἐπειδὴ τὸ πνεῦμα Ἠλίου ἐκτήσατο, διὰ τοῦτο καὶ τὸ ὄνομα Ἠλίου. Καὶ γὰρ ἐρήμους χώρας ᾤκησαν ἀμφότεροι· καὶ ὁ μὲν μηλωτὴν, ὁ δὲ τρίχινον ἱμάτιον περιεβέβλητο· καὶ τράπεζα ὁμοίως αὐτοῖς εὐτελὴς καὶ λιτὴ ἦν. Καὶ ὁ μὲν τῆς προτέρας παρουσίας διάκονος γέγονεν, ὁ δὲ ἔσται τῆς μελλούσης αὖθις. Ἐπεὶ οὖν καὶ διαίτης τρόπος καὶ ἱματίων περιβολὴ, καὶ τόπων διατριβαὶ, καὶ διακονία μία, καὶ πάντα ἴσα ἦν αὐτοῖς· διὰ τοῦτο καὶ ὄνομα ἓν ἀμφοτέροις ἐπέθηκε, δεικνὺς ὅτι κἂν ἕτερόν τις ὄνομα ἔχῃ, δύναται εἶναι ἐκείνῳ συνώνυμος, οὗ τὸν τρόπον ἐζήλωσεν.