Ancient Greek · ~8 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse desperandum 2
Not analysed yet
Ὁρᾷς πῶς οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν ἡ εὐχὴ, ἐὰν μὴ προσῇ τὸ κατ' ἐκείνους εὔξασθαι τοὺς νόμους, οὓς τέθεικεν ὁ Χριστός; Τίνας δὲ τέθεικε νόμους; Ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι. καὶ τῶν πολλὰ λυπούντων. Κἂν μὴ τοῦτο ποιῶμεν, ἀπολλύμεθα πάντως· καὶ δῆλον ἐκ τοῦ παραδείγματος τοῦ κατὰ τὸν Φαρισαῖον. Εἰ γὰρ οὗτος, οὐχὶ τῶν ἐχθρῶν κατευξάμενος, ἀλλὰ κενοδοξήσας μόνον, τοσαύτην ἔδωκε δίκην, τίς μένει τιμωρία τοὺς μακροὺς καὶ πολλοὺς κατὰ τῶν ἐχθρῶν ἀποτείνοντας λόγους; Τί ποιεῖς, ἄνθρωπε; ἕστηκας συγγνώμην αἰτῶν ἁμαρτημάτων, καὶ θυμοῦ πληροῖς τὴν διάνοιαν; Ὅτε πάντων ἡμερωτέρους εἶναι χρὴ, Δεσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν, καὶ πικρίας τὸ στόμα πληροῦμεν; Καὶ πῶς δυνησόμεθα, εἰπέ μοι, τῆς σωτηρίας ἐπιτυχεῖν, σχῆμα μὲν ἱκετῶν προβαλλόμενοι, ῥήματα δὲ ἀπονοίας φέροντες, καὶ καθ' ἑαυτῶν παροξύνοντες τὸν Δεσπότην; Εἰσῆλθες τὰ οἰκεῖα θεραπεῦσαι τραύματα, οὐχὶ τὰ τοῦ πλησίον χαλεπώτερα ἐργάσασθαι· ἱλασμοῦ καιρός ἐστιν, εὐχῆς καιρὸς καὶ στεναγμοῦ, οὐχὶ ὀργῆς· δακρύων, οὐχὶ θυμοῦ, κατανύξεως, οὐχὶ ἀγανακτήσεως. Τί συγχέεις τὴν τάξιν; τί σαυτῷ πολεμεῖς; τί καταλύεις σου τὴν οἰκοδομήν; Τὸν εὐχόμενον πρὸ τῶν ἄλλων ἁπάντων ἥμερον ἔχειν χρὴ διάνοιαν, κατεσταλμένον νοῦν, συντετριμμένην καρδίαν· ὁ δὲ τῶν ἐχθρῶν καταβοῶν οὐκ ἂν δυνηθείη τοῦτο κατορθῶσαί ποτε· θυμοῦ γάρ ἐστι πεπληρωμένος, καὶ οὐχ οἷός τέ ἐστιν ἔχειν κατεσταλμένην διάνοιαν. Μὴ τοίνυν κατευχώμεθα τῶν ἐχθρῶν, ἀλλὰ μηδὲ τῶν κατορθωμάτων τῶν ἡμετέρων μνημονεύωμεν, ἵνα μὴ πάθωμεν ὅπερ ὁ Φαρισαῖος. Ὥσπερ γὰρ ἁμαρτημάτων μεμνῆσθαι, καλὸν, οὕτω κατορθωμάτων ἐπιλελῆσθαι, καλόν. Τίνος ἕνεκεν; Ὅτι ἡ μὲν τῶν κατορθωμάτων μνήμη πρὸς ἀλαζονείαν ἡμᾶς ἐπαίρει, ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη καταστέλλει τὴν διάνοιαν καὶ ταπεινοῖ· καὶ ἐκείνη μὲν ῥᾳθυμοτέρους ποιεῖ, αὕτη δὲ σπουδαιοτέρους ἐργάζεται. Καὶ γὰρ ὅσοι μηδὲν νομίζουσιν ἔχειν καλὸν, προθυμότεροι γίνονται πρὸς τὸ κτήσασθαι τὰ καλά· οἱ δὲ πολλὴν ἑαυτοῖς ἀποτεθεῖσθαι τὴν ἐμπορίαν ἡγούμενοι, θαῤῥοῦντες τῇ ταύτης περιουσίᾳ, οὐκ ἂν πολλὴν ἐπιδείξαιντο σπουδὴν πρὸς τὸ πλείονα περιλαβέσθαι πάλιν.