Ancient Greek · ~11 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse desperandum 3
Not analysed yet
Μὴ τοίνυν μνησθῇς τῶν κατορθωμάτων, ἵνα μνησθῇ αὐτῶν ὁ Θεός. Λέγε γὰρ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ πάλιν· Οὐ μὴ μνησθῶ τῶν ἀνομιῶν σου, φησί· σὺ δὲ μνήσθητι. Ἀλλὰ τίνος ἕνεκεν τοῦ τελώνου οὕτω ταχέως ἐπήκουσεν ὁ Θεὸς, τὸν δὲ Ἰσαὰκ ἀφῆκεν εἴκοσιν ἔτη δέεσθαι καὶ παρακαλεῖν αὐτὸν περὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τότε ἐπένευσε ταῖς εὐχαῖς τοῦ δικαίου; Ἀνάγκη γὰρ τῆς χθὲς διδασκαλίας ἀποδοῦναι ὑμῖν τὰ λείψανα. Τίνος οὖν ἕνεκεν τοῦτο γέγονεν; Ἵνα ἀπὸ μὲν τῶν κατὰ τὸν τελώνην μάθῃς τὴν φιλανθρωπίαν τοῦ Δεσπότου ταχέως ἐπακούσαντος, ἀπὸ δὲ τῶν κατὰ τὸν Ἰσαὰκ μάθῃς τὴν ὑπομονὴν τοῦ δούλου βραδέως λαβόντος, καὶ οὐκ ἀποστάντος τῆς ἱκετηρίας· ἵνα, κἂν ἁμαρτωλὸς ᾖς, μὴ ἀπογνῷς, κἂν δίκαιος ᾖς, μὴ ἐπαρθῇς. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Κακῶς εἶχεν ὁ τελώνης· διὰ τοῦτο ταχέως αὐτῷ ὤρεξε χεῖρα· ὁ δὲ Ἰσαὰκ ἰσχυρότερος ἦν, καὶ διὰ τοῦτο αὐτὸν εἴασεν, ἵνα αὐτοῦ τὴν ὑπομονὴν ἐπιτείνῃ. Ἀλλ' οὗτος μὲν ἐκ περιουσίας ἡμῖν ὁ λόγος εἰρήσθω. Τίνος δὲ ἕνεκεν ἡ γυνὴ στεῖρα ἦν, ἀναγκαῖον εἰπεῖν, ἵν', ὅταν ἴδῃς Παρθένον μητέρα γινομένην, μὴ ἀπιστήσῃς· ἵν', ὅταν εἴπῃ σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ Μαρία; εἴπῃς αὐτῷ, Πῶς ἔτεκεν ἡ Σάῤῥα, καὶ ἡ Ῥεβέκκα, καὶ ἡ Ῥαχήλ; Ὅταν γὰρ μέλλῃ τι θαυμαστὸν καὶ μέγα γίνεσθαι θαῦμα, πολλοὶ προτρέχουσι τύποι. Καὶ καθάπερ βασιλέως εἰσιόντος, προτρέχουσι στρατιῶται, ὥστε μὴ ἀθρόον ἀπαρασκευάστως δέξασθαι τὸν βασιλέα· οὕτω καὶ θαύματος μέλλοντος γίνεσθαι παραδόξου, προτρέχουσι τύποι, ὥστε ἡμᾶς προμελετήσαντας μὴ καταπλαγῆναι ἀθρόον, μηδὲ ἐκστῆναι τῷ παραδόξῳ τοῦ γινομένου. Τοῦτο καὶ ἐπὶ τοῦ θανάτου. Προέδραμεν Ἰωνᾶς, καὶ ἐγύμνασεν ἡμῶν τὴν διάνοιαν. Καθάπερ γὰρ ἐκεῖνον μετὰ τρεῖς ἡμέρας τὸ κῆτος ἤμεσεν, οὐχ εὑρὸν ἐν αὐτῷ τὴν οἰκείαν τροφὴν καὶ κατάλληλον· οἰκεία γὰρ τροφὴ καὶ κατάλληλος θανάτου τῆς ἁμαρτίας ἡ φύσις· ἐντεῦθεν ἐτέχθη, ἐντεῦθεν ἐῤῥιζώθη, ἐντεῦθεν καὶ τρέφεται. Καθάπερ οὖν ἐφ' ἡμῶν, ἐπειδὰν λίθον καταπίωμεν οὐκ εἰδότες, τότε μὲν πρῶτον ἐπιχειρεῖ πέψαι τοῦτον ἡ τοῦ στομάχου δύναμις· ἐπειδὰν δὲ εὕρῃ ἀλλοτρίαν αὐτῷ οὖσαν τροφὴν, ὁμιλήσασα ἐπὶ πλέον αὐτῷ τῇ πεπτικῇ δυνάμει, ἐκεῖνον μὲν οὐ διαφθείρει, τὴν δὲ ἑαυτῆς ἀπόλλυσιν ἰσχὺν, ὅθεν οὐδὲ τὴν προτέραν δύναται κατέχειν τροφὴν, ἀλλὰ ἀτονήσασα κἀκείνην αὐτῷ συνεξεμεῖ μετὰ πολλῆς τῆς ὀδύνης· οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε. Κατέπιε τὸν λίθον τὸν ἀκρογωνιαῖον, καὶ οὐκ ἴσχυσεν αὐτὸν πέψαι· ἠσθένησεν αὐτοῦ πᾶσα ἡ δύναμις· διὰ τοῦτο μετ' αὐτοῦ καὶ τὴν λοιπὴν, ἣν εἶχε, συνεξέβαλε τροφὴν, τῶν ἀνθρώπων συνεξεμέσας τὴν φύσιν. Οὐδὲ γὰρ ταύτην κατασχεῖν δυνήσεται λοιπὸν εἰς τέλος. Διὰ τοῦτο καὶ αἱ στεῖραι προέδραμον, ἵνα ὁ τόκος πιστωθῇ· μᾶλλον δὲ οὐχ ἵνα ὁ τόκος πιστωθῇ μόνον, ἀλλ' ἐὰν ἀκριβῶς ἐξετάσωμεν, καὶ αὐτοῦ τοῦ θανάτου τὴν στείρωσιν τύπον οὖσαν εὑρήσομεν.