Ancient Greek · ~9 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse desperandum 5
Not analysed yet
Οἶδα ὅτι λεπτότερα τὰ εἰρημένα· ἀλλ' ἐὰν λάβωμεν, οὐδὲν ἡμᾶς παραδραμεῖται τῶν λεγομένων. Οὗτοι μὲν οὖν μυστικώτεροι καὶ δογματικώτεροι οἱ λόγοι· εἰ δὲ βούλεσθε, καὶ ἠθικώτερον μετὰ τούτων ἐρῶ. Στεῖρα ἦν ἡ γυνὴ, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν σωφροσύνην· ὅτι οὔτε ἐκείνην ἐξέβαλε, καίτοι οὐδενὸς τότε κωλύοντος νόμου, οὔτε ἑτέραν λαβὼν, τῇ ἐλευθέρᾳ ἐπεισήγαγεν· ὃ δὴ πολλοὶ ποιοῦσι προφάσει παιδοποιίας, τὴν ἀσέλγειαν τὴν ἑαυτῶν πληροῦντες, καὶ τὰς μὲν ἐκβάλλοντες, τὰς δὲ εἰσάγοντες· οἱ δὲ καὶ παλλακίδας ἐφοπλίζοντες, καὶ μυρίων τὰς οἰκίας πληροῦντες πολέμων. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δίκαιος οὕτως, ἀλλ' ἔμενε στέργων τὴν κληρωθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ γυναῖκα, καὶ παρεκάλει τὸν τῆς φύσεως Δεσπότην διορθῶσαι τῆς φύσεως τὰ δεσμὰ, καὶ οὐκ ὠνείδισε τῇ γυναικί. Καὶ πόθεν, ὅτι οὐκ ὠνείδισεν; Ἐξ αὐτῆς τῆς Γραφῆς. Εἰ ὠνείδισεν, εἶπεν ἂν ἡ Γραφὴ καὶ τοῦτο, καὶ οὐκ ἐσιώπησε· καὶ γὰρ τὰ κατορθώματα λέγει τῶν δικαίων, καὶ τὰ ἐλαττώματα, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν. Ὅτε γοῦν πρὸς τὸν υἱὸν αὐτοῦ ἡ νύμφη ἡ Ῥαχὴλ ἀπωδύρετο, κἀκεῖνος ἐπέπληξεν, ἀμφότερα τέθεικε, καὶ οὐκ ἀπέκρυψεν ἡ Γραφή. Ἐπειδὴ γὰρ εἶπε, Δός μοι τέκνα, εἰ δὲ μὴ, ἀποθανοῦμαι, τί φησιν ἐκεῖνος; Μὴ Θεὸς ἐγὼ, ὃς ἐστέρησέ σε καρποῦ κοιλίας; Δός μοι τέκνα. Γυναικώδης ἡ αἴτησις καὶ ἀλόγιστος. Τῷ ἀνδρὶ λέγεις, Δός μοι τέκνα, παραδραμοῦσα τὸν τῆς φύσεως Δεσπότην; Διὰ τοῦτο καὶ ἐκεῖνος πληκτικώτερον ἀποκρινάμενος κατέστειλεν αὐτῆς τὴν ἄλογον αἴτησιν, καὶ ἐδίδαξε παρὰ τίνος δεῖ αἰτεῖν. Ἀλλ' οὐχ οὕτως, οὔτε αὐτὸς οὐδὲν τοιοῦτον εἶπεν, οὔτε ἐκείνη πρὸς τοῦτον ἀπωδύρατο καὶ ἐθρήνησεν. Ἐντεῦθεν σωφροσύνην παιδευόμεθα καὶ πίστιν. Τὸ μὲν γὰρ δεηθῆναι τοῦ Θεοῦ, τὴν πίστιν αὐτοῦ δείκνυσι· τὸ δὲ μὴ ἐκβαλεῖν τὴν γυναῖκα, τὴν σωφροσύνην ἡμῖν καθίστησι φανεράν· τὸ δὲ μήτε ὀνειδίσαι, μήτε ἀπογνῶναι, καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν καὶ τὴν πολλὴν ἐπιείκειαν καὶ τὴν φιλοστοργίαν τὴν πρὸς τὴν γυναῖκα δήλην ποιεῖ. Οὐδὲ γὰρ, καθάπερ πολλοὶ ποιοῦσι νῦν ἐν ταῖς τοιαύταις περιστάσεσιν εἰς μαγγανείας καὶ γοητείας καταφεύγοντες, τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα καὶ βλαβερὰ, καὶ ψυχὴν ἀπολλύντα, ἐκεῖνος ἐποίησεν, ἀλλὰ ἅπαντα ταῦτα ἀφεὶς, καὶ πάντων τῶν ἀνθρωπίνων καταγελάσας, πρὸς τὸν τῆς φύσεως Δεσπότην τὸν δυνάμενον ταῦτα διορθοῦν μόνον ἀνέδραμεν.