Ancient Greek · ~9 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse desperandum 4
Not analysed yet
Ἀλλὰ προσέχετε· λεπτὸν γὰρ τὸ ῥηθησόμενον· μέλλομεν γὰρ ἐρεῖν, πῶς πρὸς τὴν πίστιν τῆς ἀναστάσεως ἡμᾶς ἡ μήτρα τῆς Σάῤῥας στειρωθεῖσα χειραγωγεῖ. Πῶς οὖν ἡμᾶς χειραγωγεῖ; Καθάπερ αὕτη νεκρὰ οὖσα ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἀνέστη, καὶ σῶμα ἐβλάστησε ζῶν τὸ τοῦ Ἰσαάκ· οὕτω καὶ ὁ Χριστὸς νεκρωθεὶς ἠγέρθη τῇ οἰκείᾳ δυνάμει. Καὶ ὅτι οὐ βεβίασται τὸ εἰρημένον, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος. Εἰπὼν γὰρ περὶ τοῦ Ἀβραὰμ, ὅτι Οὐκ ἐνενόησε τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι, τοῦτ' ἔστιν, ἀπὸ τῶν νεκρῶν σωμάτων ζῶντα ποιῆσαι γεννηθῆναι υἱόν· εἶτα ἀπ' ἐκείνης εἰς ταύτην ἡμᾶς τὴν πίστιν χειραγωγῶν ἐπήγαγεν· Οὐκ ἐγράφη δι' ἐκεῖνον μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς. Διὰ τί; Οἷς μέλλει, φησὶ, λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὸν Ἰσαὰκ ἀπὸ νεκρῶν σωμάτων ἤγειρεν· οὕτω καὶ τὸν Υἱὸν ἀνέστησε, νεκρὸν γενόμενον. Βούλει καὶ ἑτέρου πράγματος μαθεῖν σύμβολον οὖσαν τὴν στείρωσιν; Ἤμελλεν ἡ Ἐκκλησία τὸ πλῆθος ἀποκυῆσαι τῶν πιστῶν· ἵν' οὖν μὴ ἀπιστῇς, πῶς ἡ ἄγονος, ἡ ἄκαρπος, ἡ στεῖρα ἔτεκε, προέλαβεν ἡ φύσει στεῖρα, προοδοποιοῦσα τῇ προαιρέσει στείρᾳ, καὶ ἡ Σάῤῥα τῆς Ἐκκλησίας ἐγένετο τύπος. Ὥσπερ γὰρ ἐκείνη στεῖρα οὖσα ἔτεκεν ἐν γήρᾳ, οὕτω καὶ αὕτη στεῖρα οὖσα ἔτεκεν ἐπ' ἐσχάτων τῶν καιρῶν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος· Ἡμεῖς δὲ τῆς ἐλευθέρας τέκνα ἐσμέν. Ἐπειδὴ γὰρ ἡ Σάῤῥα τύπος ἐστὶ τῆς Ἐκκλησίας, ἡ ἐλευθέρα, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Τῆς ἐλευθέρας τέκνα ἐσμέν. Καὶ πάλιν· Ἄρα, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Τί ἐστιν, Ἐπαγγελίας; Ὥσπερ ἐκεῖνον οὐκ ἔτεκε φύσις, οὐδὲ ἡμᾶς φύσις ἔτεκεν, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ. Καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· αὕτη δέ ἐστιν ἡ Ἐκκλησία. Προσεληλύθατε γὰρ Σιὼν ὄρει, φησὶ, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Εἰ τοίνυν ἄνω Ἱερουσαλὴμ ἡ Ἐκκλησία ἐστὶ, τῆς δὲ ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα, καθὼς εἶπεν, ὅτι Δύο εἰσὶ, μία μὲν εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, εὔδηλον ὅτι τῆς ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα κατὰ τὸν τόκον καὶ τὴν στείρωσιν.