Ancient Greek
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de epiphania [Sp.] 11
Not analysed yet
Καὶ ἦν ἰδεῖν εὐθέως θεωρίαν φρικώδη. Ἔψαυε μὲν τῆς τοῦ δεσπότου κεφαλῆς Ἰωάννης σὺν τρόμῳ. Ἄνωθεν τῶν οὐρανῶν ἀνοιχθέντων κατεσκόπουν τὸ γινόμενον ἄγγελοι, Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τὴν τοῦ δεσπότου κεφαλὴν προσφοιτῶσα τὴν Ἰωάννου δεξιὰν παρωθεῖτο. Ἑστήκει δὲ τὸ πλῆθος ἀποροῦν ἐπὶ πλεῖον καὶ τό· ‘Τίς ἐστιν οὗτος’ ὑπ' ὀδόντας λαλοῦντες. Εἶτα ὥσπερ ἀποκρινόμενον τὸ θεῖον τοῖς πλήθεσι· «Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα».