Ancient Greek
Sect 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de epiphania [Sp.] 12
Not analysed yet
Ἐπελάθεσθε τοῦ κόπου καὶ πρὸς τὸν δεσποτικὸν μετεχαλκεύθητε πόθον καὶ τὰ τοῦ Παύλου μικρὸν ἐνηλλαγμένως βοᾶτε· «Κάμνω, οὐκέτι ἐγώ, ἰσχύει δὲ ἐν ἐμοὶ Χριστός». Ἀλλ' ἐπὶ τὴν δεσποτικὴν φωνὴν ἀναδράμωμεν· «Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα». Βοᾷ τὴν εἰς τὸν υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν ἵνα μάθωμεν τὴν τοῦ κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τὸν τοιοῦτον υἱὸν ὑπὲρ τοιούτων ἐπιδέδωκε δούλων, ὑπὲρ μισουμένων τὸν ποθεινόν, ὑπὲρ προσκρουσάντων τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.