Ancient Greek · ~5 min
Pg 56
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 56
Not analysed yet
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λεχθεὶς ἐν Ἀντιοχείᾳ, περιέχων ἐν τῷ τέλει ἠθικὸν πάνυ ὠφέλιμον. Πάτερ εὐλόγησον. Φαιδρὸν ἡμῖν τήμερον τὸ θέατρον καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος· τί ποτε ἄρα τὸ αἴτιον; ὅταν τὰς εὐαγγελικὰς ἑρμηνεύωμεν ῥήσεις, μεστὴ γίνεται ἡ ἐκκλησία τῷ πλήθει τῶν ἀκροατῶν· καὶ γάρ, ἀγαπητοί, ὅταν παρθένος εὐαγγελίζεται, τότε τῆς οἰκουμένης σωτηρία γίνεται. Ἀλλ' ἐπειδή τινες ἐθρύλησαν περὶ τοῦ ἀρτίως ἀναγνωσθέντος, ὅτι διατί τὸ μὴ συντεῖνον εἰς τὴν παροῦσαν πανήγυριν νῦν προσεφωνήσαμεν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην τοῖς θεσπίσμασι τῆς ἱερωσύνης ἄγεσθαι, καὶ μηδὲν ἀμφιβάλλειν τῶν παρὰ τῶν πατέρων θεσπιζομένων. Ἐπεὶ δὲ τὰ πρόβατα τοῖς ποιμέσιν ἀνθίστανται, δίκαιόν ἐστιν ἡμᾶς παραστῆσαι τὸν χρόνον, ὅτε Συμεὼν τὸν Κύριον ὑπεδέξατο. Ἀλλὰ προσέχετέ μοι μετὰ πάσης ἀκριβείας· βούλομαι γὰρ σαφεστέραν τὴν διδασκαλίαν ποιῆσαι, ἵνα εὐσύνοπτα ᾖ τοῖς ἀκροαταῖς τὰ λεγόμενα. Ἡ οὖν μακαρία παρθένος ἡ θεοστόκος Μαρία τῷ δεκεμβρίῳ μηνὶ τέτοκε τὸν Κύριον, καθὼς ἀπεπείσαμεν ἐν Ἀντιοχείᾳ πάντας τοὺς ἀντιλέγοντας ὅτε τὴν τοῦ Προδρόμου σύλληψιν καὶ τὴν τοῦ Ζαχαρίου σιωπὴν ὑμῖν ἐξηγούμεθα, καθὼς μέμνηνται οἱ φιλόπονοι τῶν γραφῶν, ὅτε καὶ παλαιὰς μαρτυρίας εἰς μέσον ἠγάγομεν συμφωνούσας τοῖς εὐαγγελικοῖς ῥήμασιν. Ἀρίθμησον τοίνυν ἀπὸ τῆς Χριστοῦ γεννήσεως μέχρι τοῦ νῦν, πόσαι ἡμέραι τυγχάνουσι· τουτέστιν ἀπὸ εἰκάδος πεμπτῆς