Ancient Greek
Pg 58
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 58
Not analysed yet
τοῦ δεκεμβρίου μηνὸς μεχρὶ τῆς δεῦρο· τοῦ δεκεμβρίου ἀναπλήρωσον ἡμέρας ἑπτά, συμμετρῶν καὶ αὐτὴν τὴν ἡμέραν ὅτε ἡ παρθένος τέτοκε, καὶ τριάκοντα καὶ μίαν τοῦ ἰαννουαρίου, καὶ δύο τούτου τοῦ ἐνεστῶτος μηνός, καὶ γίνονται ἡμέραι τεσσαράκοντα. Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος σαρκωθεὶς ἐκ τῆς ἁγίας παρθένου, ἐσπούδασεν ἐν τῇ ἰδίᾳ σαρκὶ ἀναδέξασθαι τὸν νόμον, ἵνα πλήρωμα δῷ αὐτὸν καὶ οὕτως τῆς χάριτος ἄρξηται διδόναι τὰς δωρεάς. Καὶ γὰρ τοῦτο ἀληθῶς τῆς πανσόφου ἐστὶν οἰκονομίας τοῦ Κυρίου, ἀναδέξασθαι τὰ τοῦ νόμου κελεύσματα ἐν τῇ οἰκείᾳ σαρκί, ἵνα δείξῃ τὸν νόμον τύπον καὶ σκιὰν τοῦ πνεύματος καὶ τῆς χάριτος. Καὶ ὅτι ἅπαντα προφητικῶς ὁ νόμος ἐκήρυττεν, ἄκουσον τοῦ Παύλου λέγοντος· "ὁ νόμος πνευματικός ἐστι", καὶ πάλιν· "ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν". Ἐπεὶ οὖν ὁ Χριστὸς, καθὼς προείρηται, πάντα τὰ τοῦ νόμου ἐσπούδαζε ποιῆσαι, ἵνα δῷ τέλος τῷ νόμῳ καὶ ἄρξηται τῆς χάριτος διδόναι τὰς δωρεάς, δείξας τε τὸν νόμον τύπον καὶ σκιὰν εἶναι αὐτὸν τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος, ἀκούσωμεν αὐτοῦ τοῦ νόμου βοῶντος· "Ἐλάλησε γὰρ Κύριος" φησι, "τῷ Μωσεῖ λέγων· γυνή τις ἐὰν σπερματισθῇ κοίτην σπέρματος καὶ τέκῃ υἱόν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὸ παιδίον τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, καὶ καθίσεται ἐν αἵματι καὶ καθαρῷ αὐτῆς τριάκοντα καὶ τρεῖς ἡμέρας", Ἡ οὖν ἡμέρα ἐν ᾗ ἔξεστι περιτμηθῆναι τὸ βρέφος μία ἐστὶ τῶν τριάκοντα τριῶν ἡμερῶν. Ἀρίθμησον οὖν ἑπτὰ ἡμέρας τῆς ἀκαθαρσίας, καὶ τριάκοντα τρεῖς τῆς καθάρσεως, καὶ γίνονται τεσσαράκοντα ἡμέραι· ἰδοὺ οὖν μέχρι τῆς σήμερον ἀπὸ εἰκάδος πέμπτης τοῦ δεκεμβρίου μηνὸς τεσσαράκοντα ἡμέραι εἰσίν. Ἐπεὶ οὖν ἀπεπείσαμεν τὴν ὑμετέραν ἀγάπην περὶ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν καὶ τῆς τοῦ νόμου φύσεως, ἐλευσώμεθα εἰς τὸν Συμεὼν τὸν ἐπὶ γῆς βαδίζοντα καὶ μετὰ ἀγγέλων χορεύοντα. Ἐὰν δὲ ἀκμὴν ἀμφιβάλλῃς ὅτι οὐ πάντως κατὰ τὸν νόμον ἡ παρθένος ἐποίησεν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής· "Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον τὸ