Ancient Greek · ~7 min
Pg 76
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 76
Not analysed yet
ἐγέννησε καὶ μήτηρ ἐγένετο τοῦ προανάρχως ἐκ τοῦ Πατρὸς γεννηθέντος. Αὕτη τοίνυν ἐστὶν ἡ μήτηρ τοῦ δεσπότου τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· ἐκ ταύτης ἐσαρκώθη ὁ υἱὸς τοῦ θεοῦ, ὁ σαρκὶ σταυρωθῆναι καταδεξάμενος. Καὶ θέλεις εἰδέναι ὅσον ἡ παρθένος. τῶν οὐρανίων δυνάμεων κρείττων ἐστί; πρόσεχε· ἐκεῖνα μὲν φόβῳ καὶ τρόμῳ περιιπτάμενα τὴν ὄψιν κατακαλύπτει, αὕτη δὲ τὸ τῶν ἀνθρώπων γένος αὐτῷ προσφέρει καὶ δι' αὐτῆς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν· αὕτη τοῦτον ἐγέννησεν ὃν οἱ ἄγγελοι ἐπὶ τοῦ τόκου ἐλθόντες μετὰ φόβου ἐδοξολόγουν, λέγοντες "Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία". Χαῖρε τοίνυν ἡ μήτηρ καὶ οὐρανός· ἡ κόρη καὶ νεφέλη· ἡ παρθένος καὶ θρόνος· τὸ τῆς ἡμετέρας ἐκκλησίας καύχημα καὶ στερέωμα· ἐκτενῆ τὴν ὑπὲρ ἡμῶν δέησιν ποίησον ὅπως λάβωμεν διὰ σοῦ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ADDENDA (*)Κόσμον φησὶν εἰπῶν οὐ τὸν οὐρανὸν οὐδὲ τὴν γῆν ᾐνίξατο, ἀλλὰ τὰ βιωτικὰ πράγματα πρὸς ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων διὰ μὲν δωροφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, τὰ τοιαῦτα πάντα τὰ δοκοῦντα εἶναι λαμπρά. Ταῦτα γὰρ ἐμοὶ νεκρὰ γέγονε, καὶ ταῦτα εἰπῶν ἐπήγαγε κἀγὼ τῷ κόσμῳ, διπλὴν τὴν νέκρωσιν ἐνυττόμενος, καὶ λέγων ὅτι καὶ ἐκεῖνα ἐμοὶ νεκρῶ, κἀγὼ ἐκείνοις. Καὶ οὔτε αὐτὰ ἑλεῖν με δύνανται καὶ νεκρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ, οὔτ' ἐγὼ ἐπιθυμῆσαι αὐτῶν. Νεκρὸς γὰρ αὐτός εἰμι κἀγώ. Πολλοὺς γὰρ τῶν ἀγροίκων θεασάμενος ἐνταῦθα †τις† ἐληλυθότας σήμερον, διὰ τοῦτο καὶ †ἁπλῶς τειναν† [scl. ἁπλουστέραν] τὴν διδασκαλίαν ποιησάμην.