Ancient Greek · ~8 min
Pg 74
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 74
Not analysed yet
μακαρία παρθένος τὸ ἑαυτῆς ἄφθαρτον κύημα καὶ τῶν σημείων αὐτοῦ τὰς ἰάσεις, καὶ τῆς διδασκαλίας τὰ ἀπόῤῥητα μυστήρια, ἔγνω αὐτὸν ἀληθῶς εἶναι Θεόν· ἰδούσα δὲ αὐτὸν ὕστερον κρεμάμενον ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ, τότε ἐδέξατο τὴν ῥομφαίαν ἐν τῇ ψυχῇ, καθώς φησιν ὁ Συμεών· "Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία". Οὐκ εἶπεν "ἐμμείνῃ" ἀλλὰ "διελεύσεται". Ἐπεὶ οὖν μετὰ μικρὸν ὕστερον εἶδε τὸ καταπέτασμα σχιζόμενον, τὰς πέτρας ῥηγνυμένας, τοὺς νεκροὺς ἐγειρομένους, ἀποβαλοῦσα εὐθέως τὸ βέλος ἔγνω τὸ τῆς οἰκονομίας μυστήριον. Ἴδε οὖν διῆλθε, καὶ οὐ διέμεινε. Προσδραμόντες οὖν ἅπαντες πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον, τὸ κέρδος ληψώμεθα· ὅσοι παρθένοι νῦν τῇ μητρὶ τοῦ Κυρίου σχολάσατε. Αὕτη γὰρ ὑμῶν ἐστὶ τοῦ καλοῦ τούτου καὶ ἀφθάρτου κτήματος πρόξενος. Μέγα γὰρ ὄντως τῆς παρθένου τὸ θαῦμα· τί γὰρ μεῖζον τῶν ὄντων εὑρεθήσεταί ποτε; τῆς γὰρ γῆς καὶ τοῦ οὐρανοῦ πλατυτέρα αὕτη μόνη ἐφάνη· τίς γὰρ ταύτης ἁγιωτέρα γέγονεν; οὐ προπατόρες, οὐ προφῆται, οὐκ ἀπόστολοι, οὐ μάρτυρες, οὐ πατριάρχαι, οὐ πατέρες, οὐκ ἄγγελοι, οὐ θρόνοι, οὐ κυριότητες, οὐ τὰ Σεραφίμ, οὐ τὰ Χερουβίμ, οὐκ ἄλλο τι τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐν ποιήμασιν οὐ μεῖζον ταύτης εὑρίσκεται. Δούλη τυγχάνει καὶ θεοτόκος, παρθένος ἐστὶ καὶ μήτηρ. Καὶ μηδεὶς ἀμφιβάλλῃ λέγων· πῶς δούλη καὶ θεοτόκος; ἢ πῶς παρθένος καὶ μήτηρ; πίστει δέξαι, ἄνθρωπε, καὶ μὴ ἀμφίβαλλε τοῖς λογιζομένοις, μὴ ἀμφίβαλλε τοῖς παρὰ τῶν πατέρων δεδοκιμασμένοις, ἀλλὰ φοβοῦ, καὶ ἀνεξετάστως πίστευσον. Μᾶλλον μὲν οὖν πίστευε, καὶ μὴ πολυπραγμόνει. Εἰ μὲν ὡς σὺ νοήσεις πιστεύσεις, βλέπε τῷ κινδύνῳ σου. Εἰ δὲ τῇ κηρύγματι τοῦ λόγου πιστεύσεις, οὐκέτι σὺ ἀπολογῇ, ἀλλ' ὁ προεστώς. Πίστευσον τοίνυν τὰ παρ' ἡμῶν περὶ τῆς παρθένου λεγόμενα, καὶ μὴ ἀμφίβαλλε ὁμολογεῖν αὐτὴν καὶ δούλην καὶ θεοτόκον καὶ παρθένον καὶ μητέρα· δούλη γάρ ἐστιν, ὡς κτίσμα τοῦ ἐξ αὐτῆς γεννηθέντος· θεοτόκος δὲ τυγχάνει καθότι θεὸν ἐξ αὐτῆς σαρκωθέντα τέτοκε· παρθένος δέ, ὅτι κοίτην σπέρματος ἐξ ἀνδρὸς οὐκ ἔγνω· μήτηρ, καθότι