Ancient Greek · ~7 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda 3
Not analysed yet
Μὴ τοίνυν κατηγορῶμεν πλούτου, μηδὲ κακίζωμεν πενίαν ἁπλῶς, ἀλλὰ τοὺς οὐκ ἐθέλοντας τούτοις χρῆσθαι καλῶς· αὐτὰ γὰρ τὰ πράγματα ἐν μέσῳ κεῖται. Ἀλλ' ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν ἐπὶ τὴν προτέραν ὑπόθεσιν), ὅτι καὶ πλούσιος καὶ πένης μετὰ τῆς αὐτῆς ἀδείας καὶ παῤῥησίας τῶν ἐνταῦθα φαρμάκων ἀπολαύουσι· πολλάκις δὲ μετὰ πλείονος σπουδῆς ὁ πένης. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ἐξαίρετον τῶν φαρμάκων, ὅτι ψυχὰς θεραπεύει, ὅτι μήκει χρόνου οὐ διαφθείρεται, ὅτι ὑπὸ νοσήματος οὐχ ἡττᾶται, ὅτι δωρεὰν πρόκειται ἡ ὠφέλεια, ὅτι ἐξ ἴσου καὶ πλουσίοις καὶ πένησι τὸ τῆς θεραπείας· ἀλλ' ἔχει τι καὶ ἕτερον οὐκ ἔλαττον τούτων τῶν ἀγαθῶν. Ποῖον δὴ τοῦτο; Τοὺς ἐρχομένους εἰς τὸ ἰατρεῖον τοῦτο οὐ δημοσιεύομεν ἡμεῖς. Οἱ μὲν γὰρ εἰς τὰ ἰατρεῖα τὸ ἔξωθεν ἀπιόντες, πολλοὺς ἔχουσι τοὺς τὰ τραύματα θεωροῦντας· κἂν μὴ ἀποκαλύψῃ πρότερον ὁ ἰατρὸς τὸ ἕλκος, τὸ φάρμακον οὐκ ἐπιτίθησιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ μυρίους ὁρῶντες κάμνοντας, λανθανόντως ποιούμεθα τὴν θεραπείαν αὐτῶν. Οὐ γὰρ εἰς μέσον ἄγοντες τοὺς ἡμαρτηκότας, οὕτω δημοσιεύομεν αὐτῶν τὰ ἁμαρτήματα· ἀλλὰ κοινὴν ἅπασι προθέντες τὴν διδασκαλίαν, τῷ τῶν ἀκροωμένων συνειδότι καταλιμπάνομεν, ὥστε ἕκαστον τὸ κατάλληλον φάρμακον τῷ οἰκείῳ τραύματι ἐκ τῶν λεγομένων ἐπισπάσασθαι. Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον· τὸ δὲ πρόσφορον ἑαυτῷ καὶ χρήσιμον λαβεῖν, ἑκάστου τῶν ἀκουόντων ἐστί. Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ' ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις ἐπήγαγεν.