Ancient Greek · ~11 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda 4
Not analysed yet
Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν δύναμιν, πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομένους, οὐδένα αὐτῶν δημοσιεύσας. Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις· οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν ἀπέθεντο. Ἀλλ' οὔτε τούτους, οὔτε ἐκείνους ἴσμεν· ἡ δὲ ἄγνοια ἀμφοτέροις χρήσιμος αὕτη. Πῶς, ἐγὼ λέγω. Ὁ τῶν ἐγκωμίων ἀκούσας τῆς εὐχῆς, καὶ συνειδὼς ἑαυτῷ σπουδὴν, εἰ πολλοὺς εἶχε μάρτυρας τῶν ἐγκωμίων, πρὸς ἀπόνοιαν ἂν ἐξωλίσθησε· νυνὶ δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται. Πάλιν ὁ συνειδὼς ἑαυτῷ ῥᾳθυμίαν, τῆς κατηγορίας ἀκούσας, ἐγένετο βελτίων ἀπὸ τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων· τοῦτο δὲ αὐτὸν οὐχ ὡς ἔτυχεν ὤνησε. Διὰ γὰρ τὸ πρὸς τὴν τῶν πολλῶν ἐπτοῆσθαι δόξαν, ἕως μὲν ἂν λανθάνειν νομίζωμεν ὄντες κακοὶ, σπουδάζομεν γίνεσθαι βελτίους· ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν ἀπολέσωμεν παραμυθίαν, ἀναισχυντότεροι καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα. Καὶ καθάπερ τὰ ἕλκη γυμνούμενα, καὶ ἀέρι ψυχρῷ συχνῶς ὁμιλοῦντα, χαλεπώτερα γίνονται· οὕτω καὶ ἡ ψυχὴ ἡμαρτηκυῖα, ἂν μεταξὺ πολλῶν ἐλέγχηται ἐφ' οἷς ἐπλημμέλησεν, ἀναισχυντοτέρα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, λανθανόντως ὁ λόγος ὑμᾶς ἐθεράπευσε. Καὶ ἵνα μάθητε, ὅτι ἡ λανθάνουσα αὕτη ἰατρεία πολὺ τὸ κέρδος ἔχει, ἀκούσατε τί φησιν ὁ Χριστός· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν· καὶ οὐκ εἶπε, μεταξὺ σοῦ καὶ τῆς πόλεως, οὐδὲ μεταξὺ σοῦ καὶ τοῦ δήμου, ἀλλὰ, Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον. Ἀμάρτυρος ἔστω, φησὶν, ἡ κατηγορία, ἵνα εὔκολος γένηται ἡ πρὸς διόρθωσιν μεταβολή. Μέγα ἄρα ἀγαθὸν, τὸ ποιεῖσθαι τὴν παραίνεσιν μὴ δημοσιευομένην. Ἀρκεῖ τὸ συνειδὸς, ἀρκεῖ ὁ κριτὴς ἐκεῖνος ὁ ἀδέκαστος. Οὐχ οὕτω σὺ ἐπιτιμᾷς τῷ ἡμαρτηκότι, ὡς τὸ συνειδὸς ἑαυτοῦ (πικρότερός ἐστιν ὁ κατήγορος ἐκεῖνος), οὔτε ἀκριβέστερον εἰδὼς τὰ πεπλημμελημένα. Μὴ τοίνυν προσθῇς τραῦμα τραύμασι, δημοσιεύων τὸν ἡμαρτηκότα, ἀλλ' ἀμάρτυρον ποιοῦ τὴν παραίνεσιν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιοῦμεν νῦν, ὅπερ καὶ Παῦλος ἐποίησεν, ἀμάρτυρον κατασκευάζων τοῦ παρὰ Κορινθίοις ἡμαρτηκότος τὴν κατηγορίαν. Καὶ ἄκουε πῶς· Διὰ τοῦτο, φησὶν, ἀδελφοὶ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ μὴν οὐχὶ αὐτὸς, οὐδὲ Ἀπολλὼ ἦσαν οἱ σχίσαντες τὸν δῆμον καὶ τὴν Ἐκκλησίαν διατεμόντες· ἀλλ' ὅμως συνεσκίασε τὴν κατηγορίαν, καὶ καθάπερ προσωπείοις τισὶ, τοῖς αὐτοῦ καὶ Ἀπολλὼ ὀνόμασι τὰς τῶν ὑπευθύνων ἀποκρύψας ὄψεις, ἐξουσίαν αὐτοῖς ἐδίδου μεταβαλέσθαι ἐκ τῆς πονηρίας ἐκείνης. Καὶ πάλιν, Μήπως ἐλθόντα με ὁ Θεὸς ταπεινώσῃ, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Ὅρα πῶς καὶ ἐνταῦθα ἀδιορίστως λέγει τοὺς ἡμαρτηκότας, ἵνα μὴ φανερὰν ποιήσας τὴν κατηγορίαν, ἀναισχυντοτέραν ἐργάσηται τὴν τῶν ἡμαρτηκότων ψυχήν. Ὥσπερ οὖν ἡμεῖς μετὰ τοσαύτης φειδοῦς τοὺς ἐλέγχους ποιούμεθα, οὕτω, παρακαλῶ, καὶ ὑμεῖς μετὰ πάσης σπουδῆς δέξασθε τὴν διόρθωσιν, καὶ μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχετε.