Ancient Greek · ~10 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda 5
Not analysed yet
Διελέχθημεν ὑμῖν χθὲς περὶ τῆς δυνάμεως τῆς κατὰ τὴν εὐχήν. Ἔδειξα πῶς ὁ διάβολος τότε ἐφεδρεύει κακοῦργος ὤν. Ἐπειδὴ γὰρ μέγιστον κέρδος ἐκ τῆς εὐχῆς ὁρᾷ γινόμενον ἡμῖν, τότε μάλιστα ἐπιτίθεται· ἵνα ἡμᾶς ἐκκρούσῃ τῆς ἀπολογίας, ἵνα κεναῖς οἴκαδε ἀποπέμψῃ χερσί. Καὶ καθάπερ ἐπὶ τῶν ἀρχόντων, ἐπειδὰν οἱ τῆς τάξεως καὶ περὶ αὐτὸν ὄντες τὸν ἄρχοντα ἀπεχθῶς ἔχωσι πρὸς τοὺς ἐντυγχάνοντας, διὰ τῶν ῥάβδων πόῤῥωθεν αὐτοὺς ἀπελαύνουσι, κωλύοντες προσελθεῖν καὶ ἀποδύρασθαι καὶ φιλανθρωπίας τυχεῖν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ προσιόντας τῷ δικαστῇ, πόῤῥωθεν ἀπελαύνει, οὐ διὰ ῥάβδου, ἀλλὰ διὰ ῥᾳθυμίας. Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἂν προσέλθωσι νήφοντες, καὶ εἴπωσι τὰ ἡμαρτημένα, καὶ ἀποδύρωνται ζεούσῃ τῇ ψυχῇ, πολλὴν λαβόντες συγγνώμην ἀπέρχονται· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός· καὶ διὰ τοῦτο προλαμβάνει, καὶ ἀπάγει τῆς ἐντεύξεως αὐτοὺς, ἵνα μηδενὸς ὧν δέονται ἐπιτύχωσιν. Ἀλλ' οἱ μὲν στρατιῶται τῶν ἀρχόντων μετὰ βίας ἀποσοβοῦσι τοὺς ἐντυγχάνοντας· ὁ δὲ οὐ μετὰ ἀνάγκης, ἀλλ' ἀπατῶν ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλων. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἐσμὲν ἄξιοι, ἑκόντες ἑαυτοὺς ἀποστεροῦντες τῶν ἀγαθῶν. Φῶς ἐστι διανοίας καὶ ψυχῆς ἡ μετὰ σπουδῆς εὐχὴ, φῶς ἄσβεστον καὶ διηνεκές. Διὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις, καὶ ἅπερ οὐδέποτε ἐλογισάμεθα, ταῦτα συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς καταχεῖ ταῖς ψυχαῖς ἡμῶν. Καὶ καθάπερ ἄνεμοι πολλάκις ἀπεναντίας προσπίπτοντες, λυχνιαῖον πῦρ ἀναπτόμενον ῥιπίσαντες ἔσβεσαν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ τὴν φλόγα τῆς εὐχῆς ἡμῖν ἀναπτομένην, μυρίαις φροντίσιν ἔνθεν καὶ ἔνθεν ῥιπίζων, οὐ πρότερον ἀφίσταται ἕως ἂν σβέσῃ τὸ φῶς. Ἀλλ' ὅπερ οἱ τοὺς λύχνους ἐκείνους ἀνάπτοντες ποιοῦσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφοδρὸν, τὸν δάκτυλον ἐπιθέντες τῇ ὀπῇ τοῦ λύχνου ἀποτειχίζουσι τῷ πνεύματι τὴν εἴσοδον. Ἕως μὲν γὰρ ἂν ἔξωθεν προσβάλλῃ, δυνησόμεθα ἀντιστῆναι· ἐπειδὰν δὲ ἀνοίξωμεν αὐτῷ τὰς θύρας τῆς διανοίας, καὶ ἔνδον δεξώμεθα τὸν ἐχθρὸν, οὐκ ἔτι λοιπὸν οὐδὲ μικρὸν ἀντιστῆναι δυνάμεθα· ἀλλὰ πανταχόθεν κατασβέσας ἡμῶν τὴν μνήμην, ὥσπερ λύχνον καπνιζόμενον, ἀφίησι τὸ στόμα ῥήματα προφέρειν κενά. Ἀλλ' ὥσπερ ἐκεῖνοι τὸν δάκτυλον ἐπιτιθέασι τῇ ὀπῇ τοῦ λύχνου, οὕτως ἡμεῖς ἐπιθῶμεν τὸν λογισμὸν τῇ ἡμετέρᾳ διανοίᾳ· ἀποφράξωμεν τοῦ πονηροῦ πνεύματος τὴν εἴσοδον, ἵνα μὴ σβέσῃ ἡμῶν τὸ φῶς τῆς εὐχῆς. Μέμνησθε τούτων ἀμφοτέρων τῶν παραδειγμάτων, καὶ τοῦ τῶν στρατιωτῶν, καὶ τοῦ ἄρχοντος, καὶ τοῦ κατὰ τὸν λύχνον; Διὰ γὰρ τοῦτο ταῦτα λέγομεν ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γενόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων. Μέγα ὅπλον εὐχὴ, καὶ μεγάλη ἀσφάλεια.