Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda 7
Not analysed yet
Ἀλλὰ οὗτος μὲν εἰς ἦθος ὁ λόγος ἡμᾶς παιδεῦσαι δύναται· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἢν ἦσαν αἱ γυναῖκες ἐκεῖναι στεῖραι. Τίς οὖν ἡ αἰτία; Ἵν', ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπότην, μὴ ἀπιστήσῃς. Οὐκοῦν γύμνασόν σου τὴν διάνοιαν ἐν τῇ μήτρᾳ τῶν στειρῶν· ἵν', ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην τὴν μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύματι. Ὅταν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; Δύο κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς Παρθένου ἓν κώλυμα μόνον ἦν, τὸ μὴ μετασχεῖν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αἱ στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἄκουσον τῶν ῥημάτων τοῦ Γαβριὴλ τῶν πρὸς αὐτήν. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη ἡ Παρθένος καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Μὴ ζήτει φύσεως ἀκολουθίαν, φησὶν, ὅταν ὑπὲρ φύσιν ᾖ τὸ γινόμενον· μὴ περιβλέπου γάμον καὶ ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι' ὃ ἀπιστεῖς, διὰ τοῦτο πίστευε. Οὐκ ἂν δὲ κατηξιώθης τοιαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ' ἐπειδὴ κρείσσων ἡ παρθενία· τὴν δὲ τοῦ Δεσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν· ὁ δὲ βασιλεὺς διὰ σεμνοτέρας εἰσέρχεται. Ἔδει καὶ κοινωνεῖν τὴν γέννησιν ἐκεῖνον, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Οὐκοῦν ἀμφότερα ταῦτα οἰκονομεῖται. Τὸ μὲν γὰρ ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖζον ἢ καθ' ἡμᾶς. Καὶ τὸ μὲν γαστρὶ κυηθῆναι καὶ συλληφθῆναι, τῆς φύσεως τῆς ἀνθρωπίνης· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς φύσεως τῆς ἀνθρωπίνης Διὰ τοῦτο δὲ ἀμφότερα ταῦτα γέγονεν, ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς τοῦ τικτομένου.