Ancient Greek · ~10 min
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda 8
Not analysed yet
Καὶ σκόπει μοι τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρωσεν, ἀλλ' ἑκατέρα ἐδείκνυτο διὰ τῶν πραγμάτων ἁπάντων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐξηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι διὰ τοῦτο προέλαβον αἱ στεῖραι, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὐτὴ χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως ἐκείνης, ἧς ἤκουσε παρὰ τοῦ ἀγγέλου λέγοντος, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· οὕτω, φησὶν, ἔχεις τεκεῖν. Μὴ βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Πνεύματός ἐστι χάρις τὸ γινόμενον, μὴ ζήτει μοι φύσιν καὶ νόμους γάμων. Ἀλλ' ἐπειδὴ μείζονα ταύτης ἐκεῖνα ἦν τὰ ῥήματα, βούλεται καὶ ἑτέραν παρασχεῖν ἀπόδειξιν. Σὺ δέ μοι παρατήρει, πῶς ἡ στεῖρα αὐτὴν ὁδηγεῖ πρὸς τὴν πίστιν τούτου. Ἐπειδὴ γὰρ ἐκείνη ἡ ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς Παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Ὁρᾷς ὅτι ἡ στεῖρα διὰ τὴν Παρθένον; ἐπεὶ, τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγενίδος; τίνος ἕνεκεν ἔλεγεν, Ἐν γήρᾳ αὐτῆς; τίνος ἕνεκεν ἐπήγαγε, Τῇ καλουμένῃ στείρᾳ; Διὰ πάντων τούτων ἐνάγων αὐτὴν δηλονότι πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο καὶ τὸν χρόνον ἀνέμεινε τὸν ἀπὸ τῆς συλλήψεως· οὐ γὰρ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ' ἀνέμεινεν ἑξαμηνιαῖον χρόνον τῇ στείρᾳ γενέσθαι· ἵνα ὁ τῆς γαστρὸς ὄγκος λοιπὸν τὴν κύησιν ἐγγυήσηται, καὶ ἀναμφισβήτητος ἀπόδειξις γένηται τῆς συλλήψεως. Καὶ θέα μοι πάλιν τὴν σύνεσιν τοῦ Γαβριήλ. Οὐδὲ γὰρ ἀνέμνησεν αὐτῆς τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ· καίτοι καὶ αὗται στεῖραι ἦσαν, καὶ αὗται γεγηρακυῖαι, καὶ θαῦμα τὸ γινόμενον ἦν· ἀλλὰ παλαιὰ τὰ διηγήματα ἦν. Τῶν δὲ ἀρχαίων τὰ νέα καὶ πρόσφατα καὶ κατὰ τὴν γενεὰν συμβαίνοντα τὴν ἡμετέραν μᾶλλον ἡμᾶς εἰς πίστιν τῶν θαυμάτων ἐνάγειν εἴωθε. Διὰ τοῦτο ἐκείνας ἀφεὶς, ἀπ' αὐτῆς ἐννοῆσαι τῆς συγγενίδος τῆς Ἐλισάβετ τὸ ἐπ' αὐτῇ προεβάλλετο, ὥστε ἀπ' ἐκείνης πρὸς τὸν οἰκεῖον αὐτὴν τόκον ἐναγαγεῖν τὸν φρικωδέστατον ἐκεῖνον καὶ σεμνότατον. Μέσος γὰρ τοῦ τε ἡμετέρου καὶ τοῦ δεσποτικοῦ ὁ τόκος ὁ τῆς στείρας ἦν, ἐλάττων μὲν τοῦ τῆς Παρθένου, μείζων δὲ τοῦ ἡμετέρου. Διὰ τοῦτο, ὥσπερ διά τινος γεφύρας, μέσης τῆς Ἐλισάβετ, ἀπὸ τῶν κατὰ φύσιν ὠδίνων ἐπὶ τοὺς ὑπὲρ φύσιν ἀνάγει τῆς Παρθένου τὴν διάνοιαν.