Ancient Greek · ~6 min
Pg 33
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Visio Danielis [Sp.] 33
Not analysed yet
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος ἐκ τὴν ὅρασιν τοῦ Δανιήλ. Ἄκουσον, οὐρανέ, μετὰ ἀκριβᾶς, πῶς οἱ τέσσαρες βασιλεῖες μετ' ἀλλήλων συνήχθησαν· Αἰθίωπες, Μακεδόνες, Ἕλληνες καὶ Ῥωμαῖοι. τοῦτοί εἰσιν οἱ τέσσαροι ἄνεμοι ἐν οἷς ἑώρακεν Δανιὴλ ὁ προφήτης σισείοντα τὴν μεγάλην θάλασσαν. Φίλιππος μὲν ὁ τοῦ Ἀλεξάνδρου πατήρ, αὐτὸς ἔγημε τοῦ Χουσὴθ θυγατέρα βασιλέως Αἰθιωπίας, ἐξ ἧς Ἀλέξανδρος τίκτεται Μακεδών. αὐτὸς ἔκτιζε Ἀλεξανδρείαν τὴν μεγάλην καὶ ἐβασίλευσεν ἐν αὐτῷ (sic) χρόνους ιεʹ καὶ ἐκυρίευσεν χωρῶν πολλῶν καὶ πόλεων καὶ ἕως τῆς θαλάσσης τῆς λεγομένης Ἡλίου χώρας. καὶ εἰσῆλθεν ἕως τῆς ἑώας γῆς καὶ ἐκεῖ εὗρεν ἔθνος ἀνεξιχνίαστον, πᾶν ζωφίον μαγάρον, ὄφεις, γάτας, μύγας (=μυίγας) καὶ πᾶν ἑρπετόν. Καὶ τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον (=ἤσθιον) καὶ ἐκτρόματα τῶν γυναικῶν εἶδος ἀκαθάρτων θηρίων. τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον αὐτούς. ταῦτα καταθεωρήσας Ἀλέξανδρος ὑπ' αὐτῶν ἐν ἀγροῖς γινόμενα δεδοικὼς μή πως πλατυνθῶσιν ἐν τῇ γῇ καὶ ἐνοῦσιν αὐτὴν ἐκ τῶν μιαρῶν ἐπιτηδευμάτων ἐδεήθη τοῦ Κυρίου ἐκτενῶς καὶ συνήγαγεν αὐτοὺς ἄνδρας σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἁπλῶς εἰπεῖν πάσας τὰς παρεμβολὰς αὐτῶν καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς ἑώας γῆς καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως οὗ εἰσήλθωσαν ἐν τοῖς μέρεσιν τοῦ βοῤῥᾶ. καὶ οὐκ ἔστιν εἴσοδος ἀπὸ ἀνατολῶν ἢ δυσμῶν. αὖθις οὖν ἐλιπάρησεν τὸν Θεὸν καὶ ἀπέκλεισεν αὐτοὺς ἐκεῖσε μετὰ χαλκῶν πυλῶν ἐπιχρίσας ἀσήγχητον. Ταῦτα οὖν τὰ μυσαρὰ καὶ κίβδηλα ἔθνη πάσαις ταῖς μαγικαῖς κακοτεχνίαις κέχρηνται καὶ ἐν τούτοις αὐτῶν τὴν ῥυπαρὰν καὶ ἀπάνθρωπον μᾶλλον δὲ καὶ μισόθεον γοητείαν κατήργησεν ἡ φύσις τοῦ ἀσυγχήτου. Ἐν δὲ τοῖς καιροῖς