Ancient Greek · ~7 min
Pg 34
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Visio Danielis [Sp.] 34
Not analysed yet
ἐκείνοις κατὰ τὴν (τοῦ) Ἰεζεκιὴλ προφητείαν τὴν λέγουσαν· ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας τοῦ κόσμου ἐξελεύσεται χόθ, γώγ, ἀνῆς, ἀγήγ, ἀχενάζ, φαρβατινός, φαζενοί, ὀλβιανοί, σαρματαί, θυάλαιοι καὶ ἀνθρωποφάγοι. Οὗτοι εἴκοσι δύο βασιλεῖς καθεστήκασιν ἔνδον τῶν Κασπίων πυλῶν ὧν κατεσκεύασεν Ἀλέξανδρος ὁ βασιλεύς. Βύζας οὖν ὁ βασιλεὺς ὁ κτίσας τὸ Βυζάντιον ἀπέστειλεν εἰς Αἰθιωπίαν πρὸς Φὸλ βασιλέα Αἰθιωπίας Γερμανικὸν τὸν αὐτοῦ στρατηγὸν εἰρηνεῦσαι μετ' αὐτοῦ, γράψας αὐτῷ καὶ περὶ Χουσὴθ τῆς θυγατρὸς αὐτοῦ, ὅπως λάβῃ αὐτὴν γυναῖκα καὶ βασιλεύσῃ σὺν αὐτῇ. Δεξάμενος οὖν ὁ βασιλεὺς τὰ γράμματα παρὰ Γερμανικοῦ καὶ ἑωρακὼς τὰς παρ' αὐτοῦ φιλοτιμίας εὐ(φ)ράνθη ἄγαν, ἀνέστη δὲ καὶ αὐτὸς καὶ συνήγαγεν ἐξ ὅλων τῶν ἐθνῶν Αἰθιωπίας πλῆθος στρατιᾶς. λαβὼν δὲ καὶ τὴν θυγατέραν αὐτοῦ Χουσὴθ καὶ ἐπορεύθη εἰς τὸ Βυζάντιον καὶ ἔδωκεν φιλοτιμίαν μεγάλην ἔχων μεθ' ἑαυτοῦ τεσσαράκοντα χιλιάδας Αἰθιώπων. Ἐδεξιώθη δὲ αὐτοὺς ὁ βασιλεὺς Βύζας πέραν τῆς θαλάσσης ἐν Χαλκηδόνι μετὰ πλείστης θυμηδίας, δέδωκεν δώματα πολλὰ τοῖς συνοῦσιν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ Βυζάντιον καὶ δέδωκεν φιλοτιμίαν μεγάλην καὶ δῶρα μέγιστα κατὰ τὴν βασιλικὴν συνήθειαν. Καὶ ἔλαβεν Βύζας ὁ βασιλεὺς τὴν Χουσὴθ θυγατέραν βασιλέως Αἰθιωπίας ἐξ ἦς τίκτεται αὐτῷ θυγάτηρ ἣν καὶ ἐκάλεσεν ἐπὶ τὸ ὄνομα τῆς πόλεως αὐτοῦ Βυζαντίαν. αὐτὴν δὲ ἔγημε Ῥωμύλος ὁ βασιλεὺς Ῥώμης ὁ Ἀρχέλαος, διὰ δὲ τὴν ὑπερβάλλουσαν αὐτὴν ὡραιότητα ἠγάπησεν αὐτὴν σφόδρα. Ἦν δὲ αὐτὸς λίαν πλούσιος καὶ μεγαλόψυχος ὅθεν καὶ ἐν τοῖς προικίοις ἐδωρήσατο τὴν Ῥώμην. ἀκούσαντες δὲ οἱ μεγιστᾶνες αὐτοῦ ἠγανάκτησαν κατ' αὐτοῦ. Τέτοκεν δὲ καὶ ἡ Βυζαντία τρεῖς υἱοὺς καὶ τὸν μὲν πρῶτον ὠνόμασεν κατὰ τὴν αὐτοῦ προσηγορίαν Ἀρχέλαον, τὸν δὲ ἕτερον Οὐρβανόν, τὸν δὲ τρίτον Κλαύδιον. Ἐβασίλευσαν οὖν ἑκάτεροι, ὁ μὲν Ἀρχέλαος ἐν Ῥώμῃ, Οὐρβανὸς (δὲ) εἰς Βυζάντιον πόλιν τῆς αὐτοῦ μητρός, Κλαύδιος ἐν Ἀλεξανδρείᾳ. Κατεκράτησεν δὲ τὸ σπέρμα τῆς Χουσὴθ θυγατρὸς τοῦ βασιλέως Αἰθιωπίας τὴν