Ancient Greek · ~4 min
Pg 38
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Visio Danielis [Sp.] 38
Not analysed yet
υἱοῦ τῆς ἀπωλείας οὐ φέρει τὸ θεῖον καθωρᾶν τὴν ἀπώλειαν τοῦ γένους τῶν ἀνθρώπων οὓς ἐξηγόρασεν τῷ ἰδίῳ αὐτοῦ αἵματι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀλλὰ ἀποστέλλει ἐν συντόμως τοὺς ἰδίους αὐτοῦ θεράποντας τόν τε Ἐνὼχ καὶ Ἡλίαν εἰς ἔλεγχον αὐτοῦ τοῦ ἀντικειμένου ἐνώπιον πάντων ἐθνῶν. λέγοντες ὅτι οὗτός ἐστιν ὁ πλάνος ὁ ἀντικείμενος, τὸ δὲ βδέλυγμα τῆς ἐρημώσεως. Ὁρῶντες οὖν αὐτὸν τὰ ἔθνη ὑπὸ τῶν δούλων τοῦ Ἐνὼχ καὶ Ἡλίου ἐλεγχόμενον φεύξονται ἀπ' αὐτοῦ καὶ προσακολουθήσονται τοῖς ἁγίοις. ὁρῶν οὖν ὁ ἐχθρὸς ἑαυτὸν ὑπ' αὐτῶν δεινῶς ἐλεγχόμενον καὶ ὑπὸ πάντων καταφρονούμενον θυμῷ καὶ ὀργῇ ἀνελεῖ τοὺς ἁγίους. Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τῶν ἀνθρώπων μετὰ δόξης οὐρανίου καὶ ἀνελεῖ αὐτὸν ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ κατὰ τοῦ ἀποστόλου φωνήν. Τότε λάμψουσιν οἱ δίκαιοι ὡς φωστῆρες ἐν τῷ κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ δὲ ἀσεβεῖς ἐκδιωχθήσονται καὶ ἀποστραφήσονται εἰς τὸν ἅδην, ἐξ οὗ ῥυσθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.