Ancient Greek · ~8 min
Pg 37
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Visio Danielis [Sp.] 37
Not analysed yet
τοῦ βασιλέως ἐν τῇ Ῥώμῃ εἰσέλθει εἰς τόπον λεγόμενον Λωγγιβαρδίας, καὶ ἀντιτάξονται αὐτὸν οἱ τοῦ τόπου ἐκείνου, καὶ τούτους παρακαλέσας εἰσέλθει ἐν τῇ Ῥώμῃ, καὶ ἐλθὼν ἐν τόπῳ τινὶ οὗ ἦν κεκλεισμένος θησαυρός, κρούει μετὰ τοῦ φραγγελίου αὐτοῦ εἰς τὸ ζόδον, ἔνθα ἐστὶν ὁ θησαυρὸς ἀποκεκλεισμένος. προστάξει δὲ θεοῦ ἀνοιχθήσονται, καὶ ἐξ αὐτοῦ ποιήσει ῥῶγας τῷ λαῷ αὐτοῦ. καὶ ἐξέλθει ἀπὸ Ῥώμης μετὰ πλείστου λαοῦ καὶ ἀπέλθει διὰ τῆς στερεᾶς ἐν τῇ ἑπταλόφῳ πόλει καὶ οὐκ ἔσται ὁ ἀντικείμενος αὐτῷ, ὅτι Κύριος ὁ θεὸς ἦν μετὰ αὐτοῦ. καὶ ἀκουσθήσεται ὁ φόβος αὐτοῦ ἐν πάσῃ πόλει καὶ χώρᾳ καὶ ἀκούσας ὁ εἰς διακοσιοστὸν κεφάλαιον τοῦ τριακοστοῦ κεφαλαίου ἀποδράσει ἀπὸ τῆς πόλεως τῆς ἑπταλόφου εἰς τὸ ἐνδότερον μέρος τῆς ἀνατολῆς καὶ ἀπολεῖται κακῶς. Εἶτα ἀναστήσεται νεανίας ἐκ φυλῆς τοῦ Δὰν κατὰ τὴν προφητείαν τοῦ Ἰακὼβ τοῦ πατριάρχου τὴν λέγουσαν. ὄφις ἐφ' ὁδοῦ ἐκαθήμενος δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω τὴν σωτηρίαν ἀναμένων Κυρίου. Ἱππεύς ἐστιν ἡ ἀλήθεια καὶ ἡ εὐσέβεια τῶν ὀρθοδόξων χριστιανῶν, (πτέρνα) δὲ ἡ ἐσχάτη ἡμέρα. Καὶ οὗτοι ἅγιοι ἐν τῷ χρόνῳ δαχθήσονται ὑπὸ τοῦ ὄφεως ἤτοι τοῦ υἱοῦ τῆς ἀπωλείας εἰς τὰς φαντασίας αὐτοῦ καὶ εἰς τὰς ψευδομαντείας αὐτοῦ· ποιήσει γὰρ σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς ἀνδρανὴ (sic) καὶ ἐξίτηλα. τυφλοὶ ἀναβλέψουσιν καὶ χωλοὶ περιπατήσουσιν, κωφοὶ ἀκούσονται καὶ δαιμονιώδαις ἰασθήσονται, μεταστρέψει τὸν ἥλιον εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα καὶ ἐν τούτοις τοῖς αὐτοῦ τοῖς σημείοις καὶ φαντασιώδαις ἐν τέρασιν πλάναις καὶ ἀπατήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς καθὼς γέγραπται. Εἰσελεύσεται γὰρ ὁ υἱὸς τῆς ἀπωλείας εἰς Ἱεροσόλυμα καὶ καθίσει εἰς τὸν ναὸν Κυρίου ἶσα θεῷ, ἄνθρωπος ὑπάρχων σάρκινος, ἐκ σπέρματος ἀνδρὸς καὶ ἐκ μήτρας γυναικός, ἐκ τῆς φυλῆς τυγχάνων τοῦ Δάν. Ἰούδας γὰρ ὁ Ἰσκαριώτης ὁ παραδοὺς (scil. τὸν Κύριον) καὶ αὐτὸς ἐκ φυλῆς (ἦν) τοῦ Δάν. Πληθυνομένης γὰρ τῆς θλίψεως τῶν ἡμερῶν ἐκείνων ἀπὸ τοῦ