Ancient Greek
ΠΡΟΟΙΜΙΟΝ
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 1
Not analysed yet
Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις μένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπ’ αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱ μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες ὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα,