Ancient Greek
ΠΡΟΟΙΜΙΟΝ
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 2
Not analysed yet
τῶν τε δι’ αἵματος τελειωθέντων καὶ τῶν δι’ ἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇ παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων ἡ τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων. ἡ γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλ’ ἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, ὃ καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς πορείας ἅψασθαι. τούτῳ οὖν ἐγὼ στοιχῶν τῷ κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῷ δούλῳ κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον,