Ancient Greek
Chapter 31
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 31.283
Not analysed yet
Πάλιν οὖν ἀθυμία κατεσχε τὸν βασιλέα· πάλιν ἀπελέγετο ὅλην αὐτοῦ τὴν ζωήν, καὶ δεινὰ στρέφων ἐν ἑαυτῷ εἰς τὸ ἴδιον ἀπῄει παλάτιον. τὰ δὲ παρὰ τοῦ Θευδᾶ ἀποσταλέντα τῆς πονηρίας πνεύματα κατὰ τοῦ θείου παιδός, ἐπανελθόντα πρὸς αὐτόν, κατῃσχυμμένα τὴν ἧτταν ἀνωμολόγει, καίτοι φιλοψευδῆ ὄντα· σύμβολα γὰρ σαφῆ τῆς ἥττης ἔφερον ἐπὶ τῆς πονηρᾶς αὐτῶν ὄψεως. ὁ δέ, Καὶ οὕτω, φησίν, ἀσθενεῖς ὑμεῖς καὶ ταλαίπωροι, ὡς ἑνὸς μειρακίου μὴ περιγενέσθαι; τότε τὰ πονηρὰ πνεύματα, θείᾳ δυνάμει τιμωρούμενα, εἰς φῶς ἄκοντα τὴν ἀλήθειαν ἦγεν, Οὐχ ὑπομένομεν, λέγοντα, οὐδὲ ἀντοφθαλμῆσαι ὅλως τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ συμβόλῳ τοῦ πάθους αὐτοῦ, ὃν σταυρὸν καλοῦσιν. ἐκείνου γὰρ τυπουμένου, φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοι