Ancient Greek · ~1 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.56
Not analysed yet
Τούτων ὡς ἤκουσε τῶν ῥημάτων ὁ τοῦ βασιλέως υἱός, φῶς αὐτοῦ περιήστραψε τὴν ψυχήν· καὶ ἐξαναστὰς τοῦ θρόνου ἐκ περιχαρείας, καὶ περιπλακεὶς τῷ Βαρλαάμ, ἔφη· Τάχα οὗτός ἐστιν, ὡς ἐγὼ εἰκάζω, τιμιώτατε τῶν ἀνθρώπων, ὁ λίθος ἐκεῖνος ὁ ἀτίμητος, ὃν ἐν μυστηρίῳ εἰκότως κατέχεις, μὴ παντὶ τῷ βουλομένῳ τοῦτον δεικνύων, ἀλλ’ οἷς ἔρρωνται τὰ τῆς ψυχῆς αἰσθητήρια.