Ancient Greek · ~6 min
Page 101
Joannes Philoponus Phil., De aeternitate mundi 101
Not analysed yet
ϛιʹ. Εἰ οὖν κατὰ τὰς εὐσεβεῖς περὶ θεοῦ ἐννοίας αὐτὸς ἑαυτοῦ πλήρωμά ἐστιν ὁ θεὸς μηδενὸς τοῦ ὑπ' αὐτοῦ παρηγμένου εἰς τελείωσιν δεόμενος, δῆλον, ὡς οὐδὲ ἐκ τῆς τῶν πραγμάτων ὑπάρξεως προσλαμβάνει τι εἰς τελείωσιν οὔτε ἐκ τοῦ μὴ εἶναι ταῦτα αὐτὸς ἑαυτοῦ ἀτελέστερος ἔσται, ὥσπερ κατὰ Πλωτῖνον καὶ τὰ μήπω ὄντα ὡς ὄντα τῷ θεῷ πάρεστιν. παρεθήκαμεν οὖν αὐτοῦ καὶ πρότερον περικοπὴν ἐκ τοῦ λόγου τοῦ περὶ τῶν νοητῶν ἢ περὶ τἀγαθοῦ, ἧς καὶ νῦν μνησθῆναι ἄξιον· περὶ γὰρ τῆς δημιουργικῆς τοῦ θεοῦ δυνάμεως διαλεγόμενος ἐν ἐκείνοις ταῦτά φησιν ‘ἀλλὰ μὴν εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ὁτιοῦν ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ καὶ τοῦ μέλλοντος ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ πᾶν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν’. εἰ οὖν κατὰ τὸν φιλόσοφον Πλωτῖνον τὸ μέλλον καὶ μήπω γενόμενον ἤδη τῷ θεῷ πάρεστιν καὶ οὐδὲν παρ' αὐτῷ ὕστερον, ἀλλὰ