Ancient Greek · ~6 min
Page 100
Joannes Philoponus Phil., De aeternitate mundi 100
Not analysed yet
ξιν ὡς τὰ αἰώνια, διότι μηδὲ ὁ χρόνος ὅλος ἅμα ὑφέστηκεν ὥσπερ ὁ αἰών, διὰ τοῦτο ἀεὶ ἐν τῷ ποτέ ἐστιν ὁ κόσμος καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεταβαίνων ἀεί, τὸ δὲ εἶναι αὐτοῦ ταὐτόν ἐστιν τῷ γίνεσθαι, ἀνάγκη ἄρα, ὥσπερ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, οὕτως καὶ γεγονέναι ποτὲ καὶ γίνεσθαι ποτὲ καὶ γενήσεσθαι ποτέ· οὐ γὰρ ἄλλως τοῦ εἶναι μετέχει ἢ ἐν τῷ γίνεσθαι. εἰ οὖν τὸ γίνεσθαι ἢ ταὐτόν ἐστιν τῷ εἶναι αὐτοῦ ἢ αἴτιον τοῦ εἶναι τὸ γίνεσθαι, ἀνάγκη πᾶσα, ὡς ἔχει τὸ εἶναι αὐτοῦ, οὕτως ἔχειν καὶ τὸ γίνεσθαι, εἰ μὲν ταὐτὸν εἴη, διὰ τοῦτο, εἰ δὲ αἴτιον, διότι δοκεῖ καὶ αὐτοῖς, ὡς ἔχει τὸ αἰτιατόν, οὕτως ἔχειν καὶ τὸ αἴτιον καὶ ἔμπαλιν, ὡς τὸ αἴτιον, οὕτω καὶ τὸ αἰτιατόν. ὥστε, εἰ ποτέ ἐστιν ὁ κόσμος, καὶ γίνεται ποτὲ ἐξ ἀνάγκης. καὶ χωρὶς δὲ τοῦ γίνεσθαι αὐτὸ καθ' αὑτὸ τὸ λέγειν ἔσεσθαι ποτὲ τὸν κόσμον, εἰ μὴ ἄνευ τοῦ δημιουργικοῦ αἰτίου ἔσται, ἀνάγκη καὶ τὸ τοῦ ἐσομένου αἴτιον, καθὸ ἔσται, νῦν δυνάμει εἶναι κατὰ τὰς ἰδίας αὐτῶν ὑποθέσεις. εἰ οὖν ἀεὶ τὸ μέλλειν ἔσεσθαι ἔχει ὁ κόσμος, ἐπεὶ καὶ ὁ χρόνος, ἀνάγκη καὶ τὸ αἴτιον τοῦ ἀεὶ ἐσομένου, καθὸ ἔσται, δυνάμει εἶναι. ὥστε καὶ χωρὶς τοῦ λέγειν μέλλειν τὸν κόσμον γίνεσθαι εἰς τὴν αὐτὴν ἀτοπίαν ὁ λόγος ἀπάγεται, λέγω δὴ τὸ ἀεὶ δυνάμει δημιουργὸν εἶναι τὸν θεὸν καὶ ἀεὶ ἀτελῆ, διὰ τὰς ἀφύκτους αὐτῶν ἐπιχειρήσεις. οὐδὲ τῇ δεινότητι ἄρα συσκιάσαι τὴν ἀτοπίαν τῶν ἰδίων ὑποθέσεων ὁ Πρόκλος δεδύνηται.