Ancient Greek · ~6 min
Page 103
Joannes Philoponus Phil., De aeternitate mundi 103
Not analysed yet
Πρόκλου διαδόχου λόγος πέμπτος. "Πέμπτος· ἐπὶ τούτοις, εἰ ἅμα οὐρανῷ χρόνος ἐστὶν καὶ οὐρανὸς <χρόνῳ, οὔτε οὐρανὸς> ἔστιν χρόνου μὴ ὄντος οὔτε χρόνος οὐρανοῦ μὴ ὄντος. χρόνος δὲ οὐκ ἦν ὅτε οὐκ ἦν οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· εἰ γὰρ ἦν ὅτε οὐκ ἦν χρόνος, ὡς ἔοικεν ὅτε οὐκ ἦν χρόνος ἦν χρόνος· τὸ γὰρ ποτὲ ὂν διὰ τὸ ποτὲ μὴ εἶναι λέγεται εἶναι ποτέ, μήτε ἀεὶ ὂν μήτε οὐδέποτε, μέσον δ' ἀμφοῖν· ὅπου δ' ἂν ᾖ τὸ ποτέ, χρόνος ἐστίν. καὶ εἰ ἔσται ὅτε οὐκ ἔσται χρόνος, μεταπεσὼν ἀπὸ τοῦ εἶναι ποτὲ εἰς τὸ μὴ εἶναι ποτὲ χρόνου μὴ ὄντος ἔσται χρόνος τότε, ὅτε οὐκ ἔσται χρόνος· τὸ γὰρ ποτέ χρονικόν. εἰ οὖν μήτε ἦν ὅτε οὐκ ἦν χρόνος μήτε ἔσται ὅτε οὐκ ἔσται—τὸ γὰρ ἐφ' ἑκάτερα ποτέ οὐκ ὄντος χρόνου ἔσται χρονικὸν ὑπάρχον—, ἀεὶ ἄρα ἔστιν χρόνος· τῷ γὰρ ποτέ ἢ τοῦτο ἀντικείσεται ἢ τὸ οὐδέποτε· ἀλλὰ τὸ οὐδέποτε ἀδύνατον· ἔστιν γὰρ ὅλως χρόνος· ἀεὶ ἄρα ἔστιν χρόνος. ἅμα δὲ ὁ οὐρανὸς χρόνῳ καὶ οὐρανῷ χρόνος· μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως, ὡς ὁ αἰὼν τῆς τοῦ αὐτοζῴου ζωῆς· ὃ καὶ αὐτὸ δείκνυσιν ἀεὶ τὸν χρόνον ὄντα, ἵνα μὴ ὁ αἰὼν ἢ μηδενὸς ᾖ παράδειγμα χρόνου μὴ ὄντος αἰὼν ὑπάρχων ἢ μηδὲ αὐτὸς ἔχῃ τὸ ἀεὶ μένειν ὅ ἐστιν μεταβάλλων ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι ἢ εἰς τὸ μὴ εἶναι ἐκ τοῦ εἶναι παράδειγμα. καὶ ὁ οὐρανὸς ἄρα ἐστὶν ὡς ὁ