Ancient Greek
Page 104
Joannes Philoponus Phil., De aeternitate mundi 104
Not analysed yet
χρόνος ὁμόγονος ὢν τῷ χρόνῳ καὶ οὔτε πρότερον οὔθ' ὕστερον χρόνου γεγονώς, ἀλλὰ τὸν ἅπαντα χρόνον, ὥς φησιν ἐκεῖνος, γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος." Κεφάλαια τῆς λύσεως τοῦ εʹ λόγου. αʹ. Ὅτι σοφιστικῶς ὁ Πρόκλος οὐ τὴν τῶν λεγομένων διάνοιαν ἀλλὰ τὴν ἀσθένειαν περιξέει τῶν λέξεων. βʹ. Ὅτι οὐ πάντως τὸ ποτέ χρονικὸν πρόσρημα, καθ' οὗ ἂν κατηγορεῖται, χρόνου τμῆμα δηλοῖ. γʹ. Ὅτι οὐδὲ τὰ λοιπὰ τῶν χρονικῶν προσρημάτων πανταχοῦ χρόνου ἐστὶν πάντως δηλωτικά. δʹ. Ὅτι, κἂν λέγωμεν ‘ἦν ποτε ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται’, τὸ ‘ἦν’ τοῦτο καὶ τὸ ‘ποτέ’ πρὸς τὴν τοῦ ὑποκειμένου φύσιν ἐκλαμβάνοντες οὐ τμήματος χρόνου δηλωτικὸν νοοῦμεν ἀλλὰ τοῦ αἰῶνός τινα ὕπαρξιν, ἐν ᾧ οὐκ ἦν ἢ ἔσται χρόνος. εʹ. Ὅτι, κἂν παράδειγμα ἦν ὁ αἰὼν τοῦ χρόνου, οὐκ ἀνάγκη καὶ τὸν χρόνον ἀεὶ εἶναι, ὡς ὁ αἰὼν ἀεί ἐστιν. Λύσις τοῦ πέμπτου λόγου. αʹ. Λίαν καὶ τοῦτο σοφιστικὸν τὸ ἐπιχείρημα· οὐ γὰρ πρὸς τὸ σημαινόμενον τοῦ λόγου ἀλλὰ πρὸς τὴν λέξιν τὴν ὑπάντησιν ἐποιήσατο. εἰ γὰρ ἦν, φησίν, ὅτε οὐκ ἦν ὁ χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται, ἦν ποτε ὅτε οὐκ ἦν ὁ χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται· τὸ δὲ ποτέ, φησίν, χρόνου δηλωτικόν ἐστιν, καὶ ὅπου δ' ἂν ἦν τὸ ποτέ, χρόνος ἐστίν· οὐκοῦν ἦν χρόνος,