Ancient Greek · ~6 min
Page 106
Joannes Philoponus Phil., De aeternitate mundi 106
Not analysed yet
λιν περὶ ἐκείνου ἡ αὐτὴ ἀπορία· κἀκεῖνος γὰρ ἢ ποτὲ ἔσται ἢ ἀεὶ ἢ οὐδέποτε. ψεύδους δὲ ὄντος τοῦ τε ἀεὶ καὶ τοῦ μηδέποτε (τὸ γὰρ ποτέ μέρος τι δηλοῖ χρονικόν), ποτὲ ἄρα ἔσται τὸ ποτέ· τὸ δὲ ποτέ χρόνος· κἀκεῖνος οὖν ὁ χρόνος ἐν χρόνῳ ἔσται, καὶ τοῦτο ἐπ' ἄπειρον. ἀλλ' οἶμαι μειρακίοις παίζουσι τὸ τοιοῦτο τῶν συλλογισμῶν μᾶλλον δὲ παραλογισμῶν εἶδος ἁρμόσει, οἵτινες μικρὰ τῆς ἀληθείας καὶ τῆς τῶν λεγομένων ἐννοίας φροντίζοντες τὰς λέξεις περισπαράττουσιν ἐπέχειν τῇ περὶ τὰς συλλαβὰς ἀδολεσχίᾳ τὴν τοῦ λόγου φορὰν μηχανώμενοι, ἀλλ' οὐκ ἀνδράσιν νοῦν ἔχειν ἐπαγγελλομένοις· δεῖ γὰρ τῆς τῶν λεγομένων ἐννοίας στοχάζεσθαι, κἂν τὸ τῆς λέξεως ἀσθενὲς μὴ ἐφικνῆται τῆς ἀκριβοῦς τῶν σημαινομένων δηλώσεως. ὡς οὖν ἐνταῦθα ποτὲ ἔσεσθαι λέγοντες τὸ μέλλον τοῦ χρόνου οἷον τὴν αὔριον οὐ χρόνον εἰσάγομέν τινα διὰ τοῦ ποτέ, εἰ καὶ χρονικῆς σημασίας δηλωτικόν ἐστιν τὸ ποτέ, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ εἶναι τὸ μέλλον διὰ τούτου δηλοῦμεν, οὕτω δήπου, κἄν τις εἴποι ποτὲ μὴ εἶναι τὸν χρόνον ἢ ποτὲ μὴ ἔσεσθαι, οὐ χρόνον διὰ τοῦ ποτέ σημαίνει ἕτερον, ἐν ᾧ οὐκ ἦν ἢ οὐκ ἔσται χρόνος, ἀλλὰ μόνον τὸ μήτε ἀεὶ εἶναι μήτε μηδέποτε διὰ τοῦ ποτέ σημαίνει· μέσον γὰρ τῷ ὄντι ἔσται τὸ ποτέ τοῦ τε ἀεί καὶ τοῦ μηδέποτε· εἰ γὰρ ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν χρόνον χρόνου δηλωτικόν ἐστιν τὸ ποτέ, δηλονότι καὶ ἐν τῷ λέγειν ποτὲ εἶναι τὸ μέλλον τοῦ χρόνου τμῆμα χρόνον σημαίνει τὸ ποτέ· τοῦ γὰρ ποτὲ μὴ εἶναι κατάφασίς ἐστιν τὸ ποτὲ εἶναι.