Ancient Greek · ~6 min
Page 105
Joannes Philoponus Phil., De aeternitate mundi 105
Not analysed yet
ὅτε οὐκ ἦν χρόνος, καὶ ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος. ταῦτα μὲν ὁ φιλόσοφος, καίτοι γε οὐκ ἀγνοῶν, ὡς οὐ πάντως αἱ λέξεις τὸ ἀκραιφνὲς τῶν νοημάτων ἀπεικονίζειν ἰσχύουσιν. τί οὖν, ἐὰν ἡμεῖς τὸ λίαν αὐτοῦ τῶν λέξεων ἐξεταστικὸν ἀποφεύγοντες μὴ λέγωμεν, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν χρόνος, μήτε ὅτι ἔσται ποτέ, ὅτε οὐκ ἔσται, ἀλλ' ἁπλῶς οὑτωσί, ὅτι οὐκ <ἀεί> ἐστιν χρόνος, ἀλλ' ἀρχὴν καὶ τέλος ἔχει τοῦ εἶναι; εἰ δὲ τοῦτο λεγόντων ἡμῶν συνάγοι ὁ φιλόσοφος, ὡς ὅτι τὸ μὴ ἀεὶ ὂν διὰ τὸ μήτε ἀεὶ εἶναι μήτε μηδέποτε ἀνάγκη ποτὲ εἶναι καὶ ποτὲ μὴ εἶναι, ἵνα τῆς τοῦ ποτέ δράξηται λέξεως, συγχωρείτω καὶ ἡμῖν τὸν σοφιστικὸν αὐτοῦ μιμουμένοις τρόπον μικρόν τι προσπαῖξαι τῷ λόγῳ· καλῶς γὰρ Ὁμήρῳ τῷ σοφῷ δοκεῖ, ὁποῖόν κ' εἴποι τις ἔπος, τοίου κ' ἐπακοῦσαι. ὅπως οὖν τὸ σοφὸν τὸ ἑαυτοῦ νεανικῶς ἀποφεύξεται. βʹ. Ἐπειδὴ γὰρ τοῦ χρόνου τὸ μὲν παρῴχηκεν, τὸ δὲ μέλλει, πότερον τὸ μέλλον τοῦ χρόνου οἷον ἡ αὔριον ἡμέρα ἔσται ποτὲ ἢ οὔ; εἰ γὰρ μὴ ἀεί ἐστιν ἡ αὔριον, ποτὲ ἔσται· τῷ γὰρ ποτέ ἢ τὸ ἀεί ἀντικείσεται ἢ τὸ οὐδέποτε (τοῖς γὰρ αὐτοῦ χρήσομαι ῥήμασιν). εἰ οὖν ἑκάτερον ψεῦδος (τὸ γὰρ μέλλον οὔτε ἀεί ἐστιν οὔτε οὐδέποτε, ἐπεὶ οὐκέτ' ἂν ἦν μέλλον), ἀνάγκη πάντως ποτὲ εἶναι. εἰ οὖν τὸ ποτέ χρόνου ἐστὶν δηλωτικόν, καὶ τὸ μέλλον δὲ τοῦ χρόνου χρόνος ἐστίν, ἔσται ἄρα χρόνος, ὅτε ἔσται χρόνος. τὶς οὖν χρόνος, ἐν ᾧ ὁ μέλλων χρόνος οἷον ἡ αὔριον ἔσται. καὶ πά-