Ancient Greek · ~6 min
Page 108
Joannes Philoponus Phil., De aeternitate mundi 108
Not analysed yet
κειται δὲ οὔτε κίνησις οὔτε ἠρεμία, ἀλλὰ κινήσεως μὲν τέλος ἀρχὴ δὲ ἠρεμίας· οὐκ ἄρα χρόνου δηλωτικόν ἐστιν ἐνταῦθα τὸ ὅτε καὶ τότε, ἀλλὰ τὸ πέρας δηλοῖ τοῦ χρόνου, καθ' ὃν ἡ κίνησις ἐγίνετο, καὶ τὴν ἀρχὴν πάλιν τοῦ χρόνου, καθ' ὃν ἡ ἠρεμία ἔσται. ὥστε οὐ πάντως τὰ χρονικὰ προσρήματα, ὅπου δ' ἂν παραληφθῇ, χρόνον εὐθὺς σημαίνει. τί οὖν κωλύει καὶ ἐπὶ τοῦ προκειμένου, εἴπερ λέγοιτο ὡς ‘ἔσται ποτέ, ὅτε οὐκ ἔσται χρόνος’, τὸ ποτέ μὴ χρόνον νοεῖν ἀλλὰ τοῦ χρόνου πέρας, καθ' ὃ τοῦ εἶναι παύσεται ὁ χρόνος; καὶ εἰ λέγοιτο ποτὲ γεγονέναι ὁ χρόνος, οὐκ ἐξ ἀιδίου εἶναι, τότε πάλιν νοεῖν τὴν τοῦ χρόνου ἀρχὴν καὶ τὸ πρῶτον σημεῖον ἤτοι τὸ νῦν, καθ' ὃ τοῦ εἶναι ἤρξατο; κατὰ τοῦτον δὴ τὸν τρόπον οὐδὲ τὸ ἦν ἢ ἔσται, ἐφ' ὅτου ἂν λεχθῇ, πάντως σημαντικά ἐστιν χρόνου· ὑπάρξεως μὲν γάρ ἐστιν δηλωτικὸν τὸ ἔστιν ῥῆμα, παρέπεται δὲ αὐτῷ καὶ ἡ τοῦ χρόνου δήλωσις, ὥσπερ καὶ ἑκάστῳ ῥήματι ἄλλο τι σημαίνοντι παρέπεται καὶ τοῦ χρόνου τμῆμα δηλοῦν, οὐ μὴν διὰ τοῦτο καὶ χρόνον πάντως δηλώσει, καθ' οὗ ἂν λέγηται, τὸ ἦν ἢ ἔσται· εἰ γάρ τις οὕτως εἴποι ὅτι ‘καὶ πρὶν ἀνθρώπους ἢ πάντας ἢ τινὰς γνῶναι θεὸν ἦν θεός’, ἆρα τὸ ἦν ἐνταῦθα τοῦ θεοῦ κατηγορούμενον χρόνον σημαίνει ἢ χρόνου τι οἷον ἢ πέρας ἢ ἀρχήν; ἀλλ' ἀδύνατον· οὐ γάρ ἐστιν ἐν χρόνῳ τὸ θεῖον. μόνης οὖν τῆς τοῦ θεοῦ ὑπάρξεως ἐνταῦθα δηλωτικόν ἐστιν τὸ ἦν ῥῆμα· εἰ γὰρ πάντως χρόνου δηλωτικὸν εἴη τὸ ἦν, ἐπεὶ χρόνου τοῦ παρεληλυθότος δηλωτικόν ἐστιν, τὸ δὲ παρε-