Ancient Greek · ~6 min
Page 109
Joannes Philoponus Phil., De aeternitate mundi 109
Not analysed yet
ληλυθὸς οὐκ ἔστιν, ὅταν ἄρα ὁ Πλάτων περὶ τοῦ θεοῦ λέγῃ ‘ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος’, τὸν θεὸν δήπου κατὰ τὸν σοφὸν Πρόκλον ἐν χρόνῳ πεποίηκεν καὶ χρόνῳ τῷ παρεληλυθότι καὶ διὰ τοῦτο ἢ μηκέτι θεὸν ὄντα ἢ μηκέτι ἀγαθὸν ὄντα ἢ τῇ τομῇ τοῦ χρόνου συνδιιστάμενον καὶ μὴ ἀθρόαν ἅμα καὶ αἰωνίαν τὴν ὕπαρξιν ἔχοντα· καθ' οὗ γὰρ ἂν τὸ ἦν κατηγορηθῇ, κατὰ τούτου τὸ ἔστιν οὐ κατηγορεῖται· ὁ γὰρ λέγων ‘Σωκράτης ἦν’ δηλονότι ὡς νῦν μὴ ὄντος· οὐ γὰρ δυνατὸν ἁπλῶς οὑτωσὶ μόνον λέγειν ὅτι ‘οὐρανὸς ἦν’· ἔστιν γὰρ καὶ νῦν, ὥσπερ, εἴ τις ἄνθρωπος ἀγαθὸς ὑπάρχοι, οὐ δυνατὸν περὶ αὐτοῦ λέγειν ἀδιορίστως ὅτι ‘ἀγαθὸς ἦν’ ἀλλ' ὅτι ‘ἀγαθός ἐστιν’· περὶ μέντοι τοῦ μηκέτι ὄντος ἀγαθοῦ ἀλλὰ μεταβληθέντος εἰς κακίαν εἴποι ἄν τις ‘ἀγαθὸς ἦν’ ὡς νῦν δηλονότι μηκέτι ἀγαθοῦ ὄντος· εἰ γὰρ καὶ λέγεται ἐπὶ τῶν ἐν παρατάσει χρόνου τὸ εἶναι ἐχόντων καὶ ἔτι ὑφεστώτων, ὅτι καὶ ἦν καὶ ἔστιν, ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ (καὶ γὰρ ἦν ὁ οὐρανὸς καὶ ἔστιν νῦν), ἀλλὰ καθὸ ἦν νῦν δηλονότι οὐκ ἔστιν· τὸ γὰρ εἶναι αὐτοῦ τὸ ἐν τῷ παρῳχηκότι χρόνῳ νῦν οὐκ ἔστιν· οὕτω γὰρ τὸ παρῳχηκὸς ἐνεστὸς ἦν. ὥστε, καθὸ τὸ ἦν τινος κατηγορεῖται, κατὰ τὴν ἄτομον ἐκείνην ὕπαρξιν οὐκ ἔστιν νῦν. εἰ οὖν περὶ θεοῦ λέγων ὁ Πλάτων ‘ἀγαθὸς ἦν’ οὐκ ἐν χρόνῳ ποιεῖ τὸ θεῖον οὐδὲ συνδιίστησιν αὐτὸ τοῖς τοῦ χρόνου τμήμασιν, οὐκ ἄρα τὸ ἦν χρόνον πάντως δηλοῖ, καθ' οὗ ἂν λέγηται. καὶ ἄλλως· ἀνάγκη πᾶσα αὐτοὺς