Ancient Greek · ~6 min
Page 113
Joannes Philoponus Phil., De aeternitate mundi 113
Not analysed yet
πάλιν κἀνταῦθα τοῦ ἔσται εἰς χρόνον μεταλαμβανομένου οὐ μόνον τοῦ προτέρου ἀλλὰ καὶ τοῦ δευτέρου —εἴ γε πάντως χρόνου δηλωτικόν ἐστιν τὸ ἔσται— καὶ προσέτι καὶ τοῦ ὅτε χρονικοῦ προσρήματος, πῶς οὐχὶ καταγέλαστον ἔσται τὸ συμφραζόμενον καὶ ἀδιανόητον τετράκις τὸ χρόνος ἐφεξῆς ἡμῶν ἐκφωνούντων; καὶ εἰς ἄλλα δὲ μυρία τοιαῦτα ἄτοπα ἐξ ὑποδειγμάτων πάντως ἔστιν τὴν τοῦ φιλοσόφου ἐπαγαγεῖν ἐπιχείρησιν. εἰ τοίνυν ἐν τούτοις τὸ ἦν ἢ ἔσται οὐ χρόνον αὐτὸ καθ' αὑτὸ δηλοῖ, ἀλλ' ἐν μὲν τῷ λέγειν ‘ἔσται χρόνος’ μόνην τὴν ἐσομένην ὕπαρξιν τοῦ χρόνου σημαίνει, ἐν δὲ τῷ ‘ἔσται χρόνος, ὅτε ἔσται ὑετός’ τὸ μὲν πρῶτον ἔσται πάλιν τὴν τοῦ χρόνου παρίστησιν ὕπαρξιν, τὸ δὲ δεύτερον τὴν τοῦ ὑετοῦ, οὐδ' ἄρα, ἐὰν εἴποι τις ‘ἔσται, ὅτε οὐκ ἔσται χρόνος’, τὸ ἔσται χρόνου δηλωτικὸν παραληψόμεθα, ἀλλ' ὅτι ἔσται τις κατάστασις, ἐν ᾗ χρόνος οὐκ ἔσται. οὐ μόνον δὲ τὸ ἦν ἢ ἔσται τμήματα καὶ χρόνου δηλωτικὰ τυγχάνει, τὸ μὲν τοῦ παρεληλυθότος, τὸ δὲ τοῦ μέλλοντος, ἀλλὰ καὶ τὸ ἔστιν αὐτὸ τὸ ἐνεστηκὸς τοῦ χρόνου τμῆμα σημαίνει, ὅπερ τῷ τε παρῳχηκότι καὶ τῷ μέλλοντι ἀντιδιαστέλλεται. καὶ οὐ δήπου, ὅταν λέγωμεν ὅτι ‘ἔστιν ὁ θεός’, χρονικόν τι τμῆμα τὸ ἔστιν νοοῦμεν ἀλλὰ μόνην τὴν αἰώνιον τοῦ θεοῦ ὕπαρξιν· οὐ γὰρ τῇ ἀσθενείᾳ τῶν λέξεων συνασθενεῖν τὰ πράγματα ἀνάγκη, ἀλλ' ὅσον χρήσιμον εἰς σημασίαν τῶν νοουμένων ἐξ αὐτῶν λαμβάνοντες, εἴ τι ἀνοίκειον τῆς τοῦ νοουμένου φύσεως συνεμφαίνεται, τοῦτο ἀποποιούμεθα. ὥσπερ οὖν ἐπὶ