Ancient Greek · ~6 min
Page 112
Joannes Philoponus Phil., De aeternitate mundi 112
Not analysed yet
χρόνος’, εἶτά τις κατὰ τὴν σοφὴν ταύτην μέθοδον εἰς χρόνον μεταλάβοι τὸ ἔσται, συνάξει δηλονότι, ὅτι ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος· εἰ γὰρ ἀληθές, ὅτι ἔσται χρόνος, τὸ δὲ ἔσται χρονικόν, ἔσται ἄρα χρόνος, ὅτε οὐκ ἔσται χρόνος. καὶ τίς ἡ τῶν χρόνων τούτων διαφορά, τοῦ τε ἐσομένου φημὶ καὶ τοῦ ὅτε ἔσται; καὶ περὶ ἐκείνου δὲ τοῦ χρόνου, ἐν ᾧ ἔσται χρόνος, οὐδὲν ἧττον τὰ αὐτὰ λέγειν ἐνδέχεται· καὶ οὕτως εἰς ἄπειρον ἥξομεν χρόνους χρόνων ἐπιζητοῦντες. ἀλλ' ἀδύνατον ἅμα καὶ κατὰ ταὐτὸν δύο εἶναι χρόνους, ἵνα καὶ ἀπείρους συγχωρήσωμεν, χωρὶς εἰ μὴ ὁ ἕτερος τοῦ ἑτέρου μέρος εἴη καὶ περιέχοιτο ὑπ' αὐτοῦ, ὡς εἴ τις ἐνεστηκέναι λέγοι τὸν μῆνα τυχὸν καὶ τὴν δεκάτην αὐτοῦ ἡμέραν· οὐ τοῦτο δὲ σημαίνει ἡ κατάφασις ἡ λέγουσα ὅτι ‘ἔσται χρόνος’, ἀλλ' ἁπλῶς ὅτι οὐ νῦν παύσεται ὁ χρόνος ἀλλὰ καὶ αὖθις ἔσται. εἰ οὖν κατὰ τὴν τοῦ Πρόκλου ἐπιχείρησιν ἄτοπον ἠκολούθησεν τῇ καταφάσει τῇ λεγούσῃ ‘ἔσται χρόνος’, τοῦτο δ' ἦν τὸ χρόνου εἶναι χρόνον ἢ χρόνον ἐν χρόνῳ εἶναι, ψευδὴς ἄρα αὕτη, ἀληθὴς δὲ ἡ ταύτης ἀπόφασις, εἴπερ τῆς ἀντιφάσεως ἀνάγκη πᾶσα ἢ τὴν κατάφασιν ἀληθῆ εἶναι ἢ τὴν ἀπόφασιν. εἰ οὖν ψευδὴς ἡ κατάφασις ἡ λέγουσα ‘ἔσται χρόνος’, ὅσον ἐπὶ τῇ τοῦ Πρόκλου ἐπιχειρήσει, ἀληθὴς ἡ ταύτης ἀπόφασις· οὐκ ἔσται ἄρα χρόνος. ὥστε εἰς τοὐναντίον ἑαυτῷ περιήχθη ὁ λόγος ἐκ τῆς θαυμαστῆς ταύτης μεθόδου. ἐπειδὴ δὲ ἐνδέχεταί τινα καὶ οὕτως ἀποφαίνεσθαι ὅτι ‘ἔσται χρόνος, ὅτε τυχὸν ὑετὸς ἔσται ἢ ἕτερόν τι τῶν γινομένων’