Ancient Greek · ~4 min
Page 120
Joannes Philoponus Phil., De aeternitate mundi 120
Not analysed yet
δυνατὸν αὐτόν, οὔτε τῷ δημιουργήσαντι, διότι τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ. ἢ οὖν οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἔστιν ἄριστος δημιουργὸς ἢ καλῶς ἥρμοσεν καὶ οὐ λύσει μὴ κακυνθείς, ὅπερ ἀδύνατον. ὥστ' ἄλυτον τὸ πᾶν· ὥστ' ἄφθαρτον· εἰ δὲ ἄφθαρτον, <ἀγένητον>· ‘παντὶ γενομένῳ φθορά ἐστιν’ φησὶν ὁ Σωκράτης εἶπεν τῇ προτεραίᾳ τῶν Τιμαίου λόγων, οὐκ αὐτὸς λέγων ἀλλὰ τὰς μούσας, λέγειν εἰπών· καὶ οὐ δήπου παρὰ πόδας ὁ Τίμαιος τὸ τῶν μουσῶν δόγμα περιττὸν ὑπέλαβεν καὶ ἔθετο τὶ γεγονὸς ἄφθαρτον. εἰ οὖν τοῦτο ἀληθές, ᾧ μὴ ἔστιν φθορά, τοῦτο ἀγένητον. τῷ δὲ κόσμῳ φθορὰ οὐκ ἔστιν· ὥστε ἀγένητος· ὥστε ἀίδιος, εἰ ἀγένητός ἐστιν [ἐστιν] καὶ ἄφθαρτος, ὁ κόσμος." Κεφάλαια τῆς λύσεως τοῦ ἕκτου λόγου. αʹ. Ὅτι κακουργοῦσιν ἐν τοῖς λόγοις τὰ σαφῶς εἰρημένα Πλάτωνι περὶ τῆς τοῦ κόσμου γενέσεως πρὸς τὸ αὑτοῖς δοκοῦν ἐκβιαζόμενοι. βʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ ἕκτου ἐπιχειρήματος. ὅτι, εἰ καὶ ἀναγκαῖον ἦν, οὐδὲν τὴν ἀλήθειαν ἔβλαπτεν οὐκ ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀλλ' ἐκ Πλατωνικῶν ὡρμημένον ὑποθέσεων. γʹ. Προαναφώνησις τῆς τοῦ λόγου τάξεώς τε καὶ οἰκονομίας.